Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὀρθοὶ καγχαλόωντες ὑπεὶρ ἅλα δινεύοντες
  2. ἱμερόεν παίζουσι καὶ ἀντιόωσι τιθήνῃ.
  3. ὡς δʼ ὁπότʼ ἀπτήνεσσι φέρῃ βόσιν ὀρταλίχοισι
  4. μήτηρ, εἰαρινοῦ ζεφύρου πρωτάγγελος ὄρνις,
  5. οἱ δʼ ἁπαλὸν τρύζοντες ἐπιθρώσκουσι καλιῇ
  6. γηθόσυνοι περὶ μητρὶ καὶ ἱμείροντες ἐδωδῆς
  7. χεῖλος ἀναπτύσσουσιν, ἅπαν δʼ ἐπὶ δῶμα λέληκεν
  8. ἀνδρὸς ξεινοδόκοιο λίγα κλάζουσα νεοσσοῖς·
  9. ὣς οἵ γε θρεπτῆρος ἐναντίον ἐρχομένοιο
  10. γηθόσυνοι θρώσκουσι, χοροιτύπον ὥστʼ ἀνὰ κύκλον.
  11. τοὺς δʼ ἁλιεὺς βρώμῃσιν ἐπασσυτέρῃσι λιπαίνων
  12. χειρί τʼ ἐπιψαύων χειρός τʼ ἄπο δῶρα τιταίνων
  13. πρηΰνει φίλον ἦτορ· ἄφαρ δέ οἱ ἠΰτʼ ἄνακτι
  14. πείθονται, καὶ χειρὸς ὅπη νεύσειε μύωπι
  15. ῥίμφα διαΐσσουσιν· ὁ δʼ ἄλλοτε νηὸς ὄπισθεν
  16. ἄλλοτε δὲ πρόσσω, ποτὲ δὲ σχεδὸν ἠπείροιο
  17. πέμπει δεξιτερήν· τοὺς δʼ ὄψεαι ἠΰτε παῖδας
  18. ἀνδρὸς ἐπιφροσύνῃσι παλαισμοσύνης ἀνὰ χῶρον
  19. τῇ καὶ τῇ θύνοντας, ἐπίσκοπος ἔνθα κελεύει.
  20. ἀλλʼ ὅτε οἱ κομιδῆς μὲν ἅλις, θήρη δὲ μέληται,