Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὡς δὲ φιλοξείνοιο μετʼ ἀνέρος οἰκία κέλσῃ
  2. κλεινὸς ἀνὴρ ἢ χειρὸς ἐν ἔργμασιν ἠὲ νόοιο,
  3. ἀσπασίως δʼ ὅ μιν εἶδεν ἐφέστιον, εὖ δέ ἑ δώροις
  4. εὖ τέ μιν εἰλαπίναις τε φιλοφροσύναις τʼ ἀγαπάζει
  5. παντοίαις· ἄμφω δὲ γεγηθότες ἀμφὶ τραπέζῃ
  6. τέρπονται κρητῆρος ἀμοιβαίοις δεπάεσσιν·
  7. ὣς ὁ μὲν ἀσπαλιεὺς κεχαρημένος ἐλπωρῇσι
  8. μειδιάᾳ, δείπνοις δὲ νέοις ἐπιτέρπεται ἰχθύς.
  9. ἔνθεν ἔπειθʼ ὁ μὲν αἰὲν ἐπημάτιος ποτὶ πέτρην
  10. στέλλεται, οὐδʼ ἀνίησιν ἑὸν πόνον οὐδʼ ἀπολείπει
  11. δαῖτα φέρων· οἱ δʼ αὐτίκʼ ἀολλέες ἀμφαγέρονται
  12. δαιτυμόνες κατὰ χῶρον, ἅτε κλητῆρος ἄγοντος.
  13. αἰεὶ δὲ πλεόνεσσιν ἑτοιμοτέροις τε παρίσχει
  14. φορβὴν ἁρπαλέην· οὐδέ σφισιν ἄλλα κέλευθα
  15. οὐδʼ ἄλλοι κεεθμῶνες ἐνὶ φρεσίν, ἀλλὰ μένοντες
  16. αὐτοῦ δηθύνουσιν, ἅτε σταθμοῖσι νομήων
  17. πώεα χειμερίοισιν ἐν ἤμασιν αὐλίζονται,
  18. οὐδʼ ὀλίγον σηκοῖο λιλαιόμενα προνέεσθαι.
  19. οἱ δʼ ὅτʼ ἐσαθρήσωσιν ἀειρομένην ἀπὸ χέρσου
  20. σπερχομένην τʼ ἐλάταις ἄκατον τρόφον, αὐτίκα πάντες