Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. εἰς ἄτην ἐνέηκε καὶ αἴσχεσιν ἐγκατέδησε·
  2. γαστὴρ δὲ θήρεσσι καὶ ἑρπυστῆρσιν ἀνάσσει
  3. ἠερίῃς τʼ ἀγέλῃσι, τὸ δὲ πλέον ἐν νεπόδεσσι
  4. κάρτος ἔχει· κείνοις γὰρ ἀεὶ μόρος ἔπλετο γαστήρ.
  5. Ἀνθιέων δὲ πρῶτα περίφρονα πεύθεο θήρην,
  6. οἵην ἡμετέρης ἐρικυδέος ἐντύνονται
  7. πάτρης ἐνναετῆρες ὑπὲρ Σαρπηδόνος ἀκτῆς
  8. ὅσσοι θʼ Ἑρμείαο πόλιν, ναυσίκλυτον ἄστυ
  9. Κωρύκιον, ναίουσι καὶ ἀμφιρύτην Ἐλεοῦσαν.
  10. πέτρας μὲν κείνας τεκμαίρεται ἐγγύθι γαίης
  11. ἴδρις ἀνήρ, οἵῃσιν ὑπʼ ἀνθίαι αὐλίζονται,
  12. ἀντροφυεῖς, κευθμῶσι διαρρῶγας θαμέεσσι·
  13. δουρὶ δʼ ἀναπλώσας πινάκων ἐριηχέα τεύχει
  14. δοῦπον ἐπικροτέων· πατάγῳ θʼ ἐπιτέρπεται ἦτορ
  15. ἀνθιέων· καί πού τις ἀνέδραμεν αὐτίκα λίμνης,
  16. παπταίνων ἄκατόν τε καὶ ἀνέρα· τῷ δʼ ἄρʼ ἑτοίμας
  17. πέρκας εὐθὺς ἵησιν ἐν οἴδμασιν ἢ κορακίνους
  18. ἀσπαλιεύς, πρώτης ὀρέγων ξεινήϊα φορβῆς.
  19. αὐτὰρ ὅ γʼ ἁρπάγδην κεχαρημένος εἰλαπινάζει
  20. δαῖτα φίλην σαίνει τε δολόφρονα θηρητῆρα.