Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἕσπεσθαι, ψαμάθοισι δʼ ἐπὶ πλατὺ σῶμα βαλόντες
  2. ἀθρόοι ἐμβαρύθουσι, μόγον θʼ ἁλιεῦσιν ἔθηκαν.
  3. πολλάκι δʼ ἐξώλισθον ἀπʼ ἀγκίστροιο λυθέντες.
  4. Λαιψηραὶ δʼ ἀμίαι καὶ ἀλώπεκες εὖτʼ ἂν ἔχωνται,
  5. εὐθὺς ἄνω σπεύδουσιν ὑποφθαδόν, αἶψα δὲ μέσσην
  6. ὁρμιὴν ὑπʼ ὀδοῦσι διέτμαγον ἠὲ καὶ ἄκρας
  7. χαίτας· τοὔνεκα τῇσιν ἐχαλκεύσανθʼ ἁλιῆες
  8. καυλὸν ἐπʼ ἀγκίστρῳ δολιχώτερον, ἄρκος ὀδόντων.
  9. ναὶ μὴν καὶ νάρκη σφέτερον νόον οὐκ ἀπολείπει
  10. πληγῇ ἀνιάζουσα· τιταινομένη δʼ ὀδύνῃσιν
  11. ὁρμιῇ λαγόνας προσπτύσσεται· αἶψα δὲ χαίτης
  12. ἱππείης δόνακός τε διέδραμεν ἔς θʼ ἁλιῆος
  13. δεξιτερὴν ἔσκηψε φερώνυμον ἰχθύος ἄλγος·
  14. πολλάκι δʼ ἐκ παλάμης κάλαμος φύγεν ὅπλα τε θήρης.
  15. τοῖος γὰρ κρύσταλλος ἐνίζεται αὐτίκα χειρί.
  16. σηπίαι αὖ τοίῃσι δολοφροσύνῃσι μέλονται.
  17. ἔστι τις ἐν μήκωσι θολὸς κείνῃσι πεπηγὼς
  18. κυάνεος, πίσσης δνοφερώτερος, ἀχλύος ὑγρῆς
  19. φάρμακον ἀπροτίοπτον, ὅ τε σφίσιν ἄλκαρ ὀλέθρου
  20. ἐντρέφεται· τὰς δʼ εὖτʼ ἂν ἕλῃ φόβος, αὐτίκα κείνου