Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. λάβραξ δὲ πτερύγεσσι διὰ ψαμάθοιο λαχήνας
  2. βόθρον ὅσον δέξασθαι ἑὸν δέμας ἠΰτʼ ἐς εὐνὴν
  3. ἐκλίνθη· καὶ τοὶ μὲν ἐπʼ ἠϊόνας κατάγουσι
  4. δίκτυον ἀσπαλιῆες, ὁ δʼ ἰλύϊ κείμενος αὔτως
  5. ἀσπασίως ἤλυξε καὶ ἔκφυγεν ἄρκυν ὀλέθρου.
  6. τοῖα δὲ τεχνάζει καὶ μορμύρος· εὖτʼ ἂν ἐς ἄγρην
  7. φράσσηται προπεσών, ὁ δὲ δύεται ἐν ψαμάθοισι.
  8. λάβραξ δʼ ἀγκίστροιο τυπεὶς εὐκαμπέος αἰχμῇ
  9. ὑψόσʼ ἀναθρώσκων κεφαλὴν ἀζηχὲς ἐρείδει
  10. αὐτῇ ἐν ὁρμιῇ βεβιημένος, ὄφρα οἱ ἕλκος
  11. εὐρύτερόν τε γένοιτο καὶ ἐκφυγέῃσιν ὄλεθρον.
  12. τοῖα καὶ ὄρκυνοι μεγακήτεες ἐφράσσαντο·
  13. εὖτε γὰρ ἁρπάξωσι γένυν γναμπτοῖο δόλοιο,
  14. ῥίμφα τιταινόμενοι νεάτην ὑπὸ βύσσαν ἵενται,
  15. χεῖρα βιαζόμενοι θηρήτορος· ἢν δʼ ἀνύσωσιν
  16. ἐς πέδον, αὐτίκʼ ἔπειτα κάρη θείνοντες ἐς οὖδας
  17. ὠτειλὴν ἔρρηξαν, ἀποπτύουσι δʼ ἀκωκήν.
  18. ἀλλʼ ὁπόταν καθέτοισι πελώριοι ἀμφιχάνωσιν
  19. ἰχθύες, οἷα βοῶν τε πέλει προβάτων τε γένεθλα
  20. ἢ βατὶς ἢ καὶ ὄνων νωθρὸν γένος, οὐκ ἐθέλουσιν