Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὀρφναίας ῥαθάμιγγας ἀνήμεσαν, ἀμφὶ δὲ πόντου
  2. πάντα πέριξ ἐμίηνε καὶ ἠμάλδυνε κέλευθα
  3. ἰχὼρ ἀχλυόεις, ἀνὰ δʼ ἔτραπε πᾶσαν ὀπωπήν·
  4. αἱ δὲ διὰ θολόεντος ἄφαρ φεύγουσι πόροιο
  5. ῥηϊδίως καὶ φῶτα καὶ εἴ ποθι φέρτερον ἰχθύν.
  6. ταῖς δʼ ἴσα τεχνάζουσι καὶ ἠερόφοιτα γένεθλα
  7. τευθίδος· οὐ δʼ ἄρα τῇσι μέλας θολὸς ἀλλʼ ὑπερευθὴς
  8. ἐντρέφεται, μῆτιν δὲ πανείκελον ἐντύνονται.
  9. Τοίοις μὲν φρονέουσι νοήμασιν· ἀλλὰ καὶ ἔμπης
  10. ὄλλυνται πυκινῇσιν ἐπιφροσύναις ἁλιήων.
  11. τοὺς μὲν δὴ πελάγεσσιν ἐν ἠλιβάτοισι θέοντας
  12. ῥηϊδίως ἐρύουσιν· ἐπεὶ σφίσιν οὔτι νόημα
  13. ποικίλον· ἤδη γάρ τις ἐπέσπασε καὶ κρομύοισι
  14. γυμνοῖς τʼ ἀγκίστροισιν ἑλὼν πελαγοστρόφον ἰχθύν.
  15. ὅσσοι δʼ αὖ γαίης ἁλιερκέος ἄγχι νέμονται,
  16. τοῖσι μὲν ὀξύτερος πέλεται νόος, ἀλλὰ καὶ αὐτῶν
  17. βαιοὶ μὲν καρῖσιν ἀφαυροτέραις ἐρύονται,
  18. πουλυπόδων θυσάνοις ἢ καρκίνῳ ἀμφιχανόντες
  19. καρκινάσιν τʼ ὀλίγῃσι καὶ εἰ κρέας ἁλμυρὸν ἅπτοις
  20. πετραίαις θʼ ἑλμῖσι καὶ ὅττι τοι ἄγχι παρείη