Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. νῦν δʼ ἄγε μοι, σκηπτοῦχε, παναίολα δήνεα τέχνης
  2. ἰχθυβόλου φράζοιο καὶ ἀγρευτῆρας ἀέθλους,
  3. θεσμόν τʼ εἰνάλιον ξυμβάλλεο, τέρπεο δʼ οἴμῃ
  4. ἡμετέρῃ· σοῖς μὲν γὰρ ὑπὸ σκήπτροισι θάλασσα
  5. εἰλεῖται καὶ φῦλα Ποσειδάωνος ἐναύλων,
  6. ἔργα δέ τοι ξύμπαντα μετʼ ἀνδράσι πορσύνονται,
  7. σοὶ δʼ ἐμὲ τερπωλήν τε καὶ ὑμνητῆρʼ ἀνέηκαν
  8. δαίμονες ἐν Κιλίκεσσιν ὑφʼ Ἑρμαίοις ἀδύτοισι.
  9. Ἑρμεία, σὺ δέ μοι πατρώϊε, φέρτατε παίδων
  10. Αἰγιόχου, κέρδιστον ἐν ἀθανάτοισι νόημα,
  11. φαῖνέ τε καὶ σήμαινε καὶ ἄρχεο, νύσσαν ἀοιδῆς
  12. ἰθύνων· βουλὰς δὲ περισσονόων ἁλιήων
  13. αὐτός, ἄναξ, πρώτιστος ἐμήσαο καὶ τέλος ἄγρης
  14. παντοίης ἀνέφηνας, ἐπʼ ἰχθύσι κῆρας ὑφαίνων.
  15. Πανὶ δὲ Κωρυκίῳ βυθίην παρακάτθεο τέχνην,
  16. παιδὶ τεῷ, τὸν φασὶ Διὸς ῥυτῆρα γενέσθαι,
  17. Ζηνὸς μὲν ῥυτῆρα, Τυφαόνιον δʼ ὀλετῆρα.
  18. κεῖνος γὰρ δείπνοισιν ἐπʼ ἰχθυβόλοισι δολώσας
  19. σμερδαλέον Τυφῶνα παρήπαφεν, ἔκ τε βερέθρου
  20. δύμεναι εὐρωποῖο καὶ εἰς ἁλὸς ἐλθέμεν ἀκτήν·