Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἔφλεγον ἡμερίων δειλὸν γένος· οὐδέ τι θηρῶν
  2. κεκριμένοι πολέες μερόπων ἔσαν, ἀλλὰ λεόντων
  3. αἰνότεροι πύργους τʼ εὐτείχεας ἠδὲ μέλαθρα
  4. νηούς τʼ ἀθανάτων εὐώδεας αἵματι φωτῶν
  5. καπνῷ τʼ αἰθαλόεντι κατείνυον Ἡφαίστοιο,
  6. εἰσόκε ῥαιομένην γενεὴν ᾤκτειρε Κρονίων,
  7. ὑμῖν δʼ Αἰνεάδῃσιν ἐπέραπε γαῖαν ἀνάψας.
  8. ἀλλʼ ἔτι καὶ προτέροισιν ἐν Αὐσονίων βασιλεῦσι
  9. θῦνεν Ἄρης, Κελτούς τε καὶ αὐχήεντας Ἴβηρας
  10. θωρήσσων Λιβύης τε πολύν πόρον ἔργα τε Ῥήνου
  11. Ἴστρον τʼ Εὐφρήτην τε· τί μοι τάδε δούρατος ἔργα
  12. μεμνῆσθαι; νῦν γάρ σε, Δίκη θρέπτειρα πολήων,
  13. γινώσκω μερόπεσσι συνέστιον ἠδὲ σύνοικον,
  14. ἐξ οὗ μοι κραίνουσι μέγαν θρόνον ἐμβεβαῶτες
  15. ἄμφω θεσπέσιός τε πατὴρ καὶ φαίδιμος ὄρπηξ·
  16. ἐκ τῶν μοι γλυκύς ὅρμος ἀνακτορίης πεπέτασται.
  17. τούς μοι καὶ ῥύοισθε καὶ ἔμπεδον ἰθύνοιτε
  18. πολλαῖς ἐν δεκάδεσσιν ἑλισσομένων ἐνιαυτῶν,
  19. Ζεῦ τε καὶ Οὐρανίδαι, Ζηνὸς χορός, εἴ τις ἀμοιβὴ
  20. εὐσεβίης· σκήπτρῳ δὲ τελεσφόρον ὄλβον ἄγοιτε.