Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἔνθα μιν ὀξεῖαι στεροπαὶ ῥιπαί τε κεραυνῶν
  2. ζαφλεγέες πρήνιξαν· ὁ δʼ αἰθόμενος πυρὸς ὄμβροις
  3. κρᾶθʼ ἑκατὸν πέτρῃσι περιστυφελίζετο πάντῃ
  4. ξαινόμενος· ξανθαὶ δὲ παρʼ ἠϊόνεσσιν ἔτʼ ὄχθαι
  5. λύθρῳ ἐρευθιόωσι Τυφαονίων ἀλαλητῶν.
  6. Ἑρμεία κλυτόβουλε, σὲ δʼ ἔξοχον ἱλάσκονται
  7. ἰχθυβόλοι· τῷ καί σε σὺν ἀγροίοισιν ἀΰσας
  8. δαίμοσιν εὐθήροιο μετὰ κλέος ἔρχομαι οἴμης.
  9. πρῶτα μὲν ἀσπαλιῆϊ δέμας καὶ γυῖα παρείη
  10. ἀμφότερον καὶ κραιπνὰ καὶ ἄλκιμα, μήτε τι λίην
  11. πίονα μήτε τι σαρκὶ λελειμμένα· δὴ γὰρ ἀνάγκη
  12. πολλάκι μιν κρατεροῖσιν ἀνελκομένοισι μάχεσθαι
  13. ἰχθύσιν, οἷς ὑπέροπλον ἔνι σθένος, εἰσόκεν ἅλμης
  14. μητρὸς ἐν ἀγκοίνῃσιν ἑλισσόμενοι δονέονται.
  15. χρειὼ δʼ ἐκ πέτρης τε θορεῖν πέτρην τʼ ἀνοροῦσαι
  16. ῥηϊδίως· χρειὼ δὲ πόνου βυθίοιο ταθέντος
  17. ῥίμφα διϊχνεῦσαι δολιχὸν πόρον ἔς τε βάθιστα
  18. δῦναι καὶ μίμνοντα μετʼ οἴδμασιν ὡς ἐπὶ γαίης
  19. δηθύνειν ἔργοισι πονεύμενον, οἷς ἐνὶ πόντῳ
  20. ἄνδρες ἀεθλεύουσι ταλάφρονα θυμὸν ἔχοντες.