Halieutica
Oppian
Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- νῦν δʼ ἄγε μοι, σκηπτοῦχε, παναίολα δήνεα τέχνης
- ἰχθυβόλου φράζοιο καὶ ἀγρευτῆρας ἀέθλους,
- θεσμόν τʼ εἰνάλιον ξυμβάλλεο, τέρπεο δʼ οἴμῃ
- ἡμετέρῃ· σοῖς μὲν γὰρ ὑπὸ σκήπτροισι θάλασσα
- εἰλεῖται καὶ φῦλα Ποσειδάωνος ἐναύλων,
- ἔργα δέ τοι ξύμπαντα μετʼ ἀνδράσι πορσύνονται,
- σοὶ δʼ ἐμὲ τερπωλήν τε καὶ ὑμνητῆρʼ ἀνέηκαν
- δαίμονες ἐν Κιλίκεσσιν ὑφʼ Ἑρμαίοις ἀδύτοισι.
- Ἑρμεία, σὺ δέ μοι πατρώϊε, φέρτατε παίδων
- Αἰγιόχου, κέρδιστον ἐν ἀθανάτοισι νόημα,
- φαῖνέ τε καὶ σήμαινε καὶ ἄρχεο, νύσσαν ἀοιδῆς
- ἰθύνων· βουλὰς δὲ περισσονόων ἁλιήων
- αὐτός, ἄναξ, πρώτιστος ἐμήσαο καὶ τέλος ἄγρης
- παντοίης ἀνέφηνας, ἐπʼ ἰχθύσι κῆρας ὑφαίνων.
- Πανὶ δὲ Κωρυκίῳ βυθίην παρακάτθεο τέχνην,
- παιδὶ τεῷ, τὸν φασὶ Διὸς ῥυτῆρα γενέσθαι,
- Ζηνὸς μὲν ῥυτῆρα, Τυφαόνιον δʼ ὀλετῆρα.
- κεῖνος γὰρ δείπνοισιν ἐπʼ ἰχθυβόλοισι δολώσας
- σμερδαλέον Τυφῶνα παρήπαφεν, ἔκ τε βερέθρου
- δύμεναι εὐρωποῖο καὶ εἰς ἁλὸς ἐλθέμεν ἀκτήν·
- ἔνθα μιν ὀξεῖαι στεροπαὶ ῥιπαί τε κεραυνῶν
- ζαφλεγέες πρήνιξαν· ὁ δʼ αἰθόμενος πυρὸς ὄμβροις
- κρᾶθʼ ἑκατὸν πέτρῃσι περιστυφελίζετο πάντῃ
- ξαινόμενος· ξανθαὶ δὲ παρʼ ἠϊόνεσσιν ἔτʼ ὄχθαι
- λύθρῳ ἐρευθιόωσι Τυφαονίων ἀλαλητῶν.
- Ἑρμεία κλυτόβουλε, σὲ δʼ ἔξοχον ἱλάσκονται
- ἰχθυβόλοι· τῷ καί σε σὺν ἀγροίοισιν ἀΰσας
- δαίμοσιν εὐθήροιο μετὰ κλέος ἔρχομαι οἴμης.
- πρῶτα μὲν ἀσπαλιῆϊ δέμας καὶ γυῖα παρείη
- ἀμφότερον καὶ κραιπνὰ καὶ ἄλκιμα, μήτε τι λίην
- πίονα μήτε τι σαρκὶ λελειμμένα· δὴ γὰρ ἀνάγκη
- πολλάκι μιν κρατεροῖσιν ἀνελκομένοισι μάχεσθαι
- ἰχθύσιν, οἷς ὑπέροπλον ἔνι σθένος, εἰσόκεν ἅλμης
- μητρὸς ἐν ἀγκοίνῃσιν ἑλισσόμενοι δονέονται.
- χρειὼ δʼ ἐκ πέτρης τε θορεῖν πέτρην τʼ ἀνοροῦσαι
- ῥηϊδίως· χρειὼ δὲ πόνου βυθίοιο ταθέντος
- ῥίμφα διϊχνεῦσαι δολιχὸν πόρον ἔς τε βάθιστα
- δῦναι καὶ μίμνοντα μετʼ οἴδμασιν ὡς ἐπὶ γαίης
- δηθύνειν ἔργοισι πονεύμενον, οἷς ἐνὶ πόντῳ
- ἄνδρες ἀεθλεύουσι ταλάφρονα θυμὸν ἔχοντες.
- ψυχὴν δʼ ἀσπαλιεὺς πολυπαίπαλος ἠδὲ νοήμων
- εἴη· ἐπεὶ μάλα πολλὰ καὶ αἰόλα μηχανόωνται
- ἰχθύες ἐγκύρσαντες ἀνωΐστοισι δόλοισι.
- τολμήεις δὲ μάλιστα καὶ ἄτρομος ἠδὲ σαόφρων
- εἴη, μηδʼ ὕπνου φιλέοι κόρον· ὀξὺ δὲ λεύσσοι
- ἐγρήσσων κραδίῃ τε καὶ ὄμμασι πεπταμένοισιν.
- εὖ δὲ φέροι καὶ χεῖμα Διὸς καὶ δίψιον ὥρην
- Σειρίου· ἱμείροι δὲ πόνων, ἐράοι δὲ θαλάσσης·
- ὧδε γὰρ εὐάγρης τε καὶ Ἑρμείᾳ φίλος εἴη.
- Θήρη δʼ ἑσπερίη μὲν ὀπωρινῇσιν ἐν ὥραις
- καρτίστη τελέθει καὶ ἑωσφόρος εὖτʼ ἀνατέλλῃ·
- χείματι δʼ ἠελίοιο βολαῖς ἅμα κιδναμένῃσι
- στέλλεσθαι· πᾶν δʼ ἦμαρ ἐν εἴαρι τηλεθόωντι
- ἄγραις παντοίῃσιν ὀφέλλεται, ἦμος ἅπαντες
- ἔλλοπες ἠϊόνεσσιν ἐφέστιοι ἐγγύθι γαίης
- ἕλκονται τοκετῶν τε μόγῳ δίψῃ τʼ Ἀφροδίτης.
- αἰεὶ δʼ εἰς ἄνεμον παπταινέμεν, ὅς κεν ἄῃσιν
- ἤπιος, εὐδιόων, μαλακὴν ἅλα κοῦφα κυλίνδων·
- λάβρους γὰρ τρομέουσι καὶ ἐχθαίρουσιν ἀήτας
- ἰχθύες, οὐδʼ ἐθέλουσιν ὑπεὶρ ἅλα δινεύεσθαι·
- εὐκραεῖ δʼ ἀνέμῳ περιδέξιος ἵσταται ἄγρη.
- πάντες δὲ πνοιῇσιν ἐναντία καὶ ῥοθίοισι
- πλῶτες ἁλὸς θύνουσιν, ἐπεὶ σφίσιν ὧδε κέλευθος
- ῥηϊτέρη στείχουσιν ἐπʼ ᾐόνας, οὐδʼ ὑπʼ ἀνάγκης
- ἐξόπιθε ῥιπῇσιν ἐλαυνόμενοι μογέουσιν.
- ἀλλʼ ἁλιεὺς στέλλοιτο λίνον πνοιῇσι πετάσσας
- οὔριον, ἐς Βορέην μέν, ἐπὴν Νότος ὑγρὸς ἄῃσιν·
- ἐς Νοτίην δὲ θάλασσαν ἐπειγομένου Βορέαο·
- Εὔρου δʼ ἱσταμένοιο ποτὶ Ζεφύροιο κέλευθα·
- πρὸς δʼ Εὖρον Ζέφυρος φορέοι σκάφος· ὧδε γὰρ ἑσμοὶ
- ἄσπετοι ἀντήσουσι καὶ εὔβολος ἔσσεται ἄγρη.
- τέτραχα δʼ εἰναλίης θήρης νόμον ἐφράσσαντο
- ἰχθυβόλοι· καὶ τοὶ μὲν ἐπʼ ἀγκίστροισι γάνυνται,
- τῶν δʼ οἱ μὲν δονάκεσσιν ἀναψάμενοι δολιχοῖσιν
- ὁρμιὴν ἵππειον ἐΰπλοκον ἀγρώσσουσιν·
- οἱ δʼ αὔτως θώμιγγα λινόστροφον ἐκ παλαμάων
- δησάμενοι πέμπουσιν· ὁ δʼ ἢ καθέτοισι γέγηθεν
- ἢ πολυαγκίστροισιν ἀγάλλεται ὁρμιῇσι.
- δίκτυα δʼ αὖτʼ ἄλλοισι μέλει πλέον ἐντύνεσθαι·
- τῶν τὰ μὲν ἀμφίβληστρα, τὰ δὲ γρῖφοι καλέονται,
- γάγγαμά τʼ ἠδʼ ὑποχαὶ περιηγέες ἠδὲ σαγῆναι·
- ἄλλα δὲ κικλήσκουσι καλύμματα, σὺν δὲ σαγήναις
- πέζας καὶ σφαιρῶνας ὁμοῦ σκολιόν τε πάναγρον·
- μυρία δʼ αἰόλα τοῖα δολορραφέων λίνα κόλπων.
- ἄλλοι δʼ αὖ κύρτοισιν ἐπὶ φρένα μᾶλλον ἔχουσι,
- κύρτοις, οἵ κνώσσοντας ἑοὺς ηὔφρηναν ἄνακτας
- εὐκήλους· βαιῷ δὲ πόνῳ μέγα κέρδος ὀπηδεῖ.
- ἄλλοι δʼ οὐτάζουσι τανυγλώχινι τριαίνῃ
- ἔλλοπας ἐκ χέρσου τε καὶ ἐκ νεός, ὡς ἐθέλουσι.
- τῶν πάντων καὶ μέτρον ὅσον καὶ κόσμον ἑκάστου
- ἀτρεκέως ἴσασιν, ὅσοι τάδε τεκταίνονται.
- ἰχθύσι δʼ οὐκ ἄρα μοῦνον ἐπʼ ἀλλήλοισι νόημα
- πυκνὸν ἔην καὶ μῆτις ἐπίκλοπος, ἀλλὰ καὶ αὐτοὺς
- πολλάκις ἐξεπάφησαν ἐπίφρονας ἀγρευτῆρας
- καὶ φύγον ἀγκίστρων τε βίας λαγόνας τε πανάγρων,
- ἤδη ἐνισχόμενοι, παρὰ δὲ φρένας ἔδραμον ἀνδρῶν,
- βουλῇ νικήσαντες, ἄχος δʼ ἁλιεῦσι γένοντο.
- κεστρεὺς μὲν πλεκτῇσιν ἐν ἀγκοίνῃσι λίνοιο
- ἑλκόμενος δόλον οὔτι περίδρομον ἠγνοίησεν,
- ὕψι δʼ ἀναθρώσκει, λελιημένος ὕδατος ἄκρου,
- ὀρθὸς ἄνω σπεύδων ὅσσον σθένος ἅλματι κούφῳ
- ὁρμῆσαι, βουλῆς δὲ σαόφρονος οὐκ ἐμάτησε·
- πολλάκι γὰρ ῥιπῇσι καὶ ὕστατα πείσματα φελλῶν
- ῥηϊδίως ὑπερᾶλτο καὶ ἐξήλυξε μόροιο.
- ἢν δʼ ὅ γʼ ἀνορμηθεὶς πρῶτον στόλον αὖτις ὀλίσθῃ
- ἐς βρόχον, οὐκέτʼ ἔπειτα βιάζεται οὐδʼ ἀνορούει
- ἀχνύμενος, πείρῃ δὲ μαθὼν ἀποπαύεται ὁρμῆς.
- ὡς δʼ ὅτε τις νούσῳ πολυκηδέϊ δηρὸν ἀλύων
- πρῶτα μὲν ἱμείρων τε καὶ ἱέμενος βιότοιο
- πάντα μάλʼ ἰητῆρσιν ἐφέσπεται, ὅσσα κέλονται
- ῥέζων· ἀλλʼ ὅτε κῆρες ἐπικρατέωσιν ἄφυκτοι
- Ἄϊδος, οὐκέτʼ ἔπειτα μέλει βίου, ἀλλὰ τανυσθεὶς
- κεῖται ἐπιτρέψας θανάτῳ κεκαφηότα γυῖα,
- ἤδη λοίσθιον ἦμαρ ὁρώμενος ἐγγύθι πότμου·
- ὣς ἄρα καὶ κεστρεὺς ἐδάη τέλος οἷον ἱκάνει,
- κεῖται δὲ προπεσών, μίμνων μόρον ἀγρευτῆρος.
- Μύραιναι δʼ ὅτε κέν ποτʼ ἐνιπλήξωσι λίνοισι,
- διζόμεναι βρόχον εὐρὺν ἐν ἕρκεϊ δινεύονται,
- τοῦ δὲ διαΐγδην ὀφίων νόμον ὁρμηθεῖσαι
- πᾶσαι ὀλισθηροῖσι διεξέπεσον μελέεσσι.
- λάβραξ δὲ πτερύγεσσι διὰ ψαμάθοιο λαχήνας
- βόθρον ὅσον δέξασθαι ἑὸν δέμας ἠΰτʼ ἐς εὐνὴν
- ἐκλίνθη· καὶ τοὶ μὲν ἐπʼ ἠϊόνας κατάγουσι
- δίκτυον ἀσπαλιῆες, ὁ δʼ ἰλύϊ κείμενος αὔτως
- ἀσπασίως ἤλυξε καὶ ἔκφυγεν ἄρκυν ὀλέθρου.
- τοῖα δὲ τεχνάζει καὶ μορμύρος· εὖτʼ ἂν ἐς ἄγρην
- φράσσηται προπεσών, ὁ δὲ δύεται ἐν ψαμάθοισι.
- λάβραξ δʼ ἀγκίστροιο τυπεὶς εὐκαμπέος αἰχμῇ
- ὑψόσʼ ἀναθρώσκων κεφαλὴν ἀζηχὲς ἐρείδει
- αὐτῇ ἐν ὁρμιῇ βεβιημένος, ὄφρα οἱ ἕλκος
- εὐρύτερόν τε γένοιτο καὶ ἐκφυγέῃσιν ὄλεθρον.
- τοῖα καὶ ὄρκυνοι μεγακήτεες ἐφράσσαντο·
- εὖτε γὰρ ἁρπάξωσι γένυν γναμπτοῖο δόλοιο,
- ῥίμφα τιταινόμενοι νεάτην ὑπὸ βύσσαν ἵενται,
- χεῖρα βιαζόμενοι θηρήτορος· ἢν δʼ ἀνύσωσιν
- ἐς πέδον, αὐτίκʼ ἔπειτα κάρη θείνοντες ἐς οὖδας
- ὠτειλὴν ἔρρηξαν, ἀποπτύουσι δʼ ἀκωκήν.
- ἀλλʼ ὁπόταν καθέτοισι πελώριοι ἀμφιχάνωσιν
- ἰχθύες, οἷα βοῶν τε πέλει προβάτων τε γένεθλα
- ἢ βατὶς ἢ καὶ ὄνων νωθρὸν γένος, οὐκ ἐθέλουσιν
- ἕσπεσθαι, ψαμάθοισι δʼ ἐπὶ πλατὺ σῶμα βαλόντες
- ἀθρόοι ἐμβαρύθουσι, μόγον θʼ ἁλιεῦσιν ἔθηκαν.
- πολλάκι δʼ ἐξώλισθον ἀπʼ ἀγκίστροιο λυθέντες.
- Λαιψηραὶ δʼ ἀμίαι καὶ ἀλώπεκες εὖτʼ ἂν ἔχωνται,
- εὐθὺς ἄνω σπεύδουσιν ὑποφθαδόν, αἶψα δὲ μέσσην
- ὁρμιὴν ὑπʼ ὀδοῦσι διέτμαγον ἠὲ καὶ ἄκρας
- χαίτας· τοὔνεκα τῇσιν ἐχαλκεύσανθʼ ἁλιῆες
- καυλὸν ἐπʼ ἀγκίστρῳ δολιχώτερον, ἄρκος ὀδόντων.
- ναὶ μὴν καὶ νάρκη σφέτερον νόον οὐκ ἀπολείπει
- πληγῇ ἀνιάζουσα· τιταινομένη δʼ ὀδύνῃσιν
- ὁρμιῇ λαγόνας προσπτύσσεται· αἶψα δὲ χαίτης
- ἱππείης δόνακός τε διέδραμεν ἔς θʼ ἁλιῆος
- δεξιτερὴν ἔσκηψε φερώνυμον ἰχθύος ἄλγος·
- πολλάκι δʼ ἐκ παλάμης κάλαμος φύγεν ὅπλα τε θήρης.
- τοῖος γὰρ κρύσταλλος ἐνίζεται αὐτίκα χειρί.
- σηπίαι αὖ τοίῃσι δολοφροσύνῃσι μέλονται.
- ἔστι τις ἐν μήκωσι θολὸς κείνῃσι πεπηγὼς
- κυάνεος, πίσσης δνοφερώτερος, ἀχλύος ὑγρῆς
- φάρμακον ἀπροτίοπτον, ὅ τε σφίσιν ἄλκαρ ὀλέθρου
- ἐντρέφεται· τὰς δʼ εὖτʼ ἂν ἕλῃ φόβος, αὐτίκα κείνου
- ὀρφναίας ῥαθάμιγγας ἀνήμεσαν, ἀμφὶ δὲ πόντου
- πάντα πέριξ ἐμίηνε καὶ ἠμάλδυνε κέλευθα
- ἰχὼρ ἀχλυόεις, ἀνὰ δʼ ἔτραπε πᾶσαν ὀπωπήν·
- αἱ δὲ διὰ θολόεντος ἄφαρ φεύγουσι πόροιο
- ῥηϊδίως καὶ φῶτα καὶ εἴ ποθι φέρτερον ἰχθύν.
- ταῖς δʼ ἴσα τεχνάζουσι καὶ ἠερόφοιτα γένεθλα
- τευθίδος· οὐ δʼ ἄρα τῇσι μέλας θολὸς ἀλλʼ ὑπερευθὴς
- ἐντρέφεται, μῆτιν δὲ πανείκελον ἐντύνονται.
- Τοίοις μὲν φρονέουσι νοήμασιν· ἀλλὰ καὶ ἔμπης
- ὄλλυνται πυκινῇσιν ἐπιφροσύναις ἁλιήων.
- τοὺς μὲν δὴ πελάγεσσιν ἐν ἠλιβάτοισι θέοντας
- ῥηϊδίως ἐρύουσιν· ἐπεὶ σφίσιν οὔτι νόημα
- ποικίλον· ἤδη γάρ τις ἐπέσπασε καὶ κρομύοισι
- γυμνοῖς τʼ ἀγκίστροισιν ἑλὼν πελαγοστρόφον ἰχθύν.
- ὅσσοι δʼ αὖ γαίης ἁλιερκέος ἄγχι νέμονται,
- τοῖσι μὲν ὀξύτερος πέλεται νόος, ἀλλὰ καὶ αὐτῶν
- βαιοὶ μὲν καρῖσιν ἀφαυροτέραις ἐρύονται,
- πουλυπόδων θυσάνοις ἢ καρκίνῳ ἀμφιχανόντες
- καρκινάσιν τʼ ὀλίγῃσι καὶ εἰ κρέας ἁλμυρὸν ἅπτοις
- πετραίαις θʼ ἑλμῖσι καὶ ὅττι τοι ἄγχι παρείη
- ἰχθυόεν· βαιοὺς δʼ ἐπὶ μείζοσιν ὁπλίζοιο·
- δείπνοις γὰρ γελόωντες ἐπισπεύδουσιν ὄλεθρον·
- ἦ γὰρ ἀεὶ πλωτῶν σιφλὸν γένος θεόντων.
- θύννον μὲν κορακῖνος ἄγει, λάβρακα δὲ καρὶς
- πιαλέη, χάννος δὲ φίλον φάγροισι δέλετρον
- καὶ βῶκες συνόδοντι καὶ ἱππούροισιν ἴουλοι·
- τρίγλη δʼ ὀρφὸν ἔπεφνε καὶ ἔσπασε κιρρίδα πέρκη,
- μαινίδι δὲ χρύσοφρυς ἀνέλκεται· αὐτὰρ ἀνιγραὶ
- μύραιναι μετὰ σάρκας ἐπειγόμεναι φορέονται
- πουλυπόδων· ὅσσοι δὲ δέμας περίμετρον ἔχουσι,
- θύννῳ μὲν κὲν κάλλιχθυς ἰαίνεται, αὐτὰρ ὀνίσκοις
- ὄρκυνος, λάβρακα δʼ ἐπʼ ἀνθίῃ ὁπλίζοιο,
- ἵππουρον ξιφίῃ, γλαύκῳ δʼ ἔπι κεστρέα πείροις·
- ἄλλῳ δʼ ἀλλοίην γενεὴν ἐπιτεχνάζοιο,
- κρέσσονι χειροτέρην· ἐπεὶ ἦ μάλα πάντες ἔασιν
- ἀλλήλοις φορβή τε φίλη καὶ λίχνος ὄλεθρος.
- ὣς οὐδὲν λιμοῖο κακώτερον οὐδὲ βαρείης
- γαστέρος, ἣ κρατέει μὲν ἐν ἀνθρώποισιν ἀπηνὴς
- καὶ χαλεπὴ δέσποινα συνέστιος, οὔποτε δασμῶν
- ληθομένη, πολλοὺς δὲ παρασφήλασα νόοιο
- εἰς ἄτην ἐνέηκε καὶ αἴσχεσιν ἐγκατέδησε·
- γαστὴρ δὲ θήρεσσι καὶ ἑρπυστῆρσιν ἀνάσσει
- ἠερίῃς τʼ ἀγέλῃσι, τὸ δὲ πλέον ἐν νεπόδεσσι
- κάρτος ἔχει· κείνοις γὰρ ἀεὶ μόρος ἔπλετο γαστήρ.
- Ἀνθιέων δὲ πρῶτα περίφρονα πεύθεο θήρην,
- οἵην ἡμετέρης ἐρικυδέος ἐντύνονται
- πάτρης ἐνναετῆρες ὑπὲρ Σαρπηδόνος ἀκτῆς
- ὅσσοι θʼ Ἑρμείαο πόλιν, ναυσίκλυτον ἄστυ
- Κωρύκιον, ναίουσι καὶ ἀμφιρύτην Ἐλεοῦσαν.
- πέτρας μὲν κείνας τεκμαίρεται ἐγγύθι γαίης
- ἴδρις ἀνήρ, οἵῃσιν ὑπʼ ἀνθίαι αὐλίζονται,
- ἀντροφυεῖς, κευθμῶσι διαρρῶγας θαμέεσσι·
- δουρὶ δʼ ἀναπλώσας πινάκων ἐριηχέα τεύχει
- δοῦπον ἐπικροτέων· πατάγῳ θʼ ἐπιτέρπεται ἦτορ
- ἀνθιέων· καί πού τις ἀνέδραμεν αὐτίκα λίμνης,
- παπταίνων ἄκατόν τε καὶ ἀνέρα· τῷ δʼ ἄρʼ ἑτοίμας
- πέρκας εὐθὺς ἵησιν ἐν οἴδμασιν ἢ κορακίνους
- ἀσπαλιεύς, πρώτης ὀρέγων ξεινήϊα φορβῆς.
- αὐτὰρ ὅ γʼ ἁρπάγδην κεχαρημένος εἰλαπινάζει
- δαῖτα φίλην σαίνει τε δολόφρονα θηρητῆρα.
- ὡς δὲ φιλοξείνοιο μετʼ ἀνέρος οἰκία κέλσῃ
- κλεινὸς ἀνὴρ ἢ χειρὸς ἐν ἔργμασιν ἠὲ νόοιο,
- ἀσπασίως δʼ ὅ μιν εἶδεν ἐφέστιον, εὖ δέ ἑ δώροις
- εὖ τέ μιν εἰλαπίναις τε φιλοφροσύναις τʼ ἀγαπάζει
- παντοίαις· ἄμφω δὲ γεγηθότες ἀμφὶ τραπέζῃ
- τέρπονται κρητῆρος ἀμοιβαίοις δεπάεσσιν·
- ὣς ὁ μὲν ἀσπαλιεὺς κεχαρημένος ἐλπωρῇσι
- μειδιάᾳ, δείπνοις δὲ νέοις ἐπιτέρπεται ἰχθύς.
- ἔνθεν ἔπειθʼ ὁ μὲν αἰὲν ἐπημάτιος ποτὶ πέτρην
- στέλλεται, οὐδʼ ἀνίησιν ἑὸν πόνον οὐδʼ ἀπολείπει
- δαῖτα φέρων· οἱ δʼ αὐτίκʼ ἀολλέες ἀμφαγέρονται
- δαιτυμόνες κατὰ χῶρον, ἅτε κλητῆρος ἄγοντος.
- αἰεὶ δὲ πλεόνεσσιν ἑτοιμοτέροις τε παρίσχει
- φορβὴν ἁρπαλέην· οὐδέ σφισιν ἄλλα κέλευθα
- οὐδʼ ἄλλοι κεεθμῶνες ἐνὶ φρεσίν, ἀλλὰ μένοντες
- αὐτοῦ δηθύνουσιν, ἅτε σταθμοῖσι νομήων
- πώεα χειμερίοισιν ἐν ἤμασιν αὐλίζονται,
- οὐδʼ ὀλίγον σηκοῖο λιλαιόμενα προνέεσθαι.
- οἱ δʼ ὅτʼ ἐσαθρήσωσιν ἀειρομένην ἀπὸ χέρσου
- σπερχομένην τʼ ἐλάταις ἄκατον τρόφον, αὐτίκα πάντες
- ὀρθοὶ καγχαλόωντες ὑπεὶρ ἅλα δινεύοντες
- ἱμερόεν παίζουσι καὶ ἀντιόωσι τιθήνῃ.
- ὡς δʼ ὁπότʼ ἀπτήνεσσι φέρῃ βόσιν ὀρταλίχοισι
- μήτηρ, εἰαρινοῦ ζεφύρου πρωτάγγελος ὄρνις,
- οἱ δʼ ἁπαλὸν τρύζοντες ἐπιθρώσκουσι καλιῇ
- γηθόσυνοι περὶ μητρὶ καὶ ἱμείροντες ἐδωδῆς
- χεῖλος ἀναπτύσσουσιν, ἅπαν δʼ ἐπὶ δῶμα λέληκεν
- ἀνδρὸς ξεινοδόκοιο λίγα κλάζουσα νεοσσοῖς·
- ὣς οἵ γε θρεπτῆρος ἐναντίον ἐρχομένοιο
- γηθόσυνοι θρώσκουσι, χοροιτύπον ὥστʼ ἀνὰ κύκλον.
- τοὺς δʼ ἁλιεὺς βρώμῃσιν ἐπασσυτέρῃσι λιπαίνων
- χειρί τʼ ἐπιψαύων χειρός τʼ ἄπο δῶρα τιταίνων
- πρηΰνει φίλον ἦτορ· ἄφαρ δέ οἱ ἠΰτʼ ἄνακτι
- πείθονται, καὶ χειρὸς ὅπη νεύσειε μύωπι
- ῥίμφα διαΐσσουσιν· ὁ δʼ ἄλλοτε νηὸς ὄπισθεν
- ἄλλοτε δὲ πρόσσω, ποτὲ δὲ σχεδὸν ἠπείροιο
- πέμπει δεξιτερήν· τοὺς δʼ ὄψεαι ἠΰτε παῖδας
- ἀνδρὸς ἐπιφροσύνῃσι παλαισμοσύνης ἀνὰ χῶρον
- τῇ καὶ τῇ θύνοντας, ἐπίσκοπος ἔνθα κελεύει.
- ἀλλʼ ὅτε οἱ κομιδῆς μὲν ἅλις, θήρη δὲ μέληται,
- δή ῥα τόθʼ ὁρμιὴν μὲν ἀναψάμενος χερὶ λαιῇ
- ἕζεται, ἀγκίστρου δὲ βέλος κρατερόν τε θοόν τε
- ὁπλίζει, καὶ τοὺς μὲν ἀπέτραπε χειρὶ κελεύων
- πάντας ὁμῶς ἢ λᾶαν ἑλὼν ἔρριψε καθʼ ὕδωρ·
- οἱ δʼ ἐπὶ τῷ δύνουσιν, ὀϊόμενοι βόσιν εἶναι·
- τῶν δʼ ἕνα μοῦνον ἔλειπεν ἀπόκριτον, ὅν κʼ ἐθέλῃσι,
- δύσμορον, ὑστατίοισι κεχαρμένον ἐν δείπνοισι·
- ἄγκιστρον μὲν ὄρεξεν ὑπεὶρ ἁλός· αὐτὰρ ὅ γʼ ἄτην
- καρπαλίμως ἥρπαξεν, ὁ δʼ ἔσπασεν ἀμφοτέρῃσι
- θερμὸς ἀνήρ, ὠκεῖαν ἑλὼν καὶ ἐπίκλοπον ἄγρην·
- λήθει δʼ ἀνθιέων ἄλλον χορόν· ἤν γὰρ ἴδωνται
- ἢ σμαραγὴν ἀΐωσι δυσαγρέος ἑλκομένοιο,
- οὐκέτι οἱ τόσα δεῖπνα παρέσσεται, ὥς κεν ἵκοιντο
- αὖτις ὑποτροπάδην, ἀπὸ δʼ ἔπτυσαν ἐχθήραντες
- καὶ κομιδὴν καὶ χῶρον ὀλέθριον· ἀλλά τις εἴη
- ἴφθιμος, κρατερῶς δὲ βιησάμενός μιν ἀνέλκοι,
- ἢ καὶ δεύτερος ἄλλος ἐφαπτέσθω καμάτοιο·
- ὧδε γὰρ οὐ φρονέοντες ἑὴν δολομήχανον ἄτην
- αὐτοὶ πιανθέντες ἐοικότα πιαίνουσιν·
- αἰεὶ δʼ, εὖτʼ ἐθέλῃσθα, παρέσσεται εὔστοχος ἄγρη.
- ἄλλοι δʼ ἰφθίμῳ τε βίῃ καὶ κάρτεϊ γυίων
- πειθόμενοι μέγαν ἆθλον ἐπʼ ἀνθίῃ ὁπλίζονται,
- οὐ φιλίην, οὐ σῖτα πονεύμενοι, ἀλλʼ ἐς ἀκωκὴν
- ἀγκίστρου σπεύδουσι καὶ ἠνορέῃ βιόωνται.
- χαλκοῦ μὲν σκληροῖο τετυγμένον ἠὲ σιδήρου
- ἄγκιστρον πέλεται, δίχα δὲ γλωχῖνες ἔχουσιν
- ἀμφίδυμοι μέγα πεῖσμα λινόστροφον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
- λάβρακα ζώοντα παρήλασαν, εἴ σφι παρείη·
- εἰ δὲ θάνοι, τάχα οἵ τις ὑπὸ στόμα θῆκε μόλιβδον,
- δελφῖνʼ ὃν καλέουσιν· ὁ δὲ βρίθοντι μολίβδῳ
- κλίνει τʼ ἀγκλίνει τε κάρη ζώοντι ἐοικώς.
- θώμιξ δὲ κρατερή τε καὶ εὔπλοκος· ἀλλʼ ὅτε δοῦπον
- ἀνθίαι εἰσαΐοντες ἀναθρώξωσι θαλάσσης,
- ἄλλοις μὲν μέλεται κώπης πόνος, αὐτὰρ ὅ γʼ ἄκρης
- ἐκ πρύμνης ἁλιεὺς δόλον ἀγκύλον εἰς ἅλα πέμπει,
- ἦκʼ ἀναδινεύων· οἱ δʼ αὐτίκα πάντες ἕπονται
- νηΐ τε καὶ φεύγοντι δεδορκότες εἴκελον ἰχθὺν
- σπεύδοντες μετὰ δαῖτα παραφθαδὸν ἀΐσσουσιν
- ἀλλήλων· φαίης κεν ἐπʼ ἀνέρα δήϊον ἄνδρα
- γούνατʼ ἐλαφρίζειν πεφοβημένον· οἱ δʼ ἄρα νίκης
- ἐσθλῆς ἱμείρουσιν· ὁ δʼ ἔξοχον ὅν κεν ἴδηται
- ἀσπαλιεύς, τῷ δαῖτα παρέσχεθεν· αὐτὰρ ὁ λάβρως
- δῶρα χανὼν δύσδωρα μετέδραμεν· ἔνθεν ἔπειτα
- ἀλκὴν ἀμφοτέρων θηήσεαι, οἷος ἄεθλος
- μαρναμένων ἀνδρός τε καὶ ἰχθύος ἑλκομένοιο·
- τοῦ μὲν γὰρ σθεναροί τε βραχίονες ἠδὲ μέτωπα
- ὦμοί τʼ αὐχένιοί τε παρασφύριοί τε τένοντες
- ἀλκῇ κυμαίνουσι καὶ ἠνορέῃ τανύονται·
- αὐτὰρ ὅ γʼ ἀσχαλόων ὀδύνης ὕπο μάρναται ἰχθύς,
- ἕλκων αὖ ἐρύοντα, βιώμενος εἰς ἅλα δῦναι,
- ἄσχετα μαιμώων· ὁ δὲ κέκλεται ἄνδρας ἑταίρους
- ἐμπίπτειν ἐλάτῃσι· διωκομένης δʼ ἀκάτοιο
- ἔμπαλιν ἐκ πρύμνης ὅλος ἕλκεται ἰχθύος ὁρμῇ·
- κλάζει δʼ ὁρμιή, χειρὸς δʼ ἀπολείβεται αἷμα
- πριομένης· ὁ δʼ ἄρʼ οὔτι βαρύν μεθίησιν ἀγῶνα.
- ὡς δὲ δύω μεμαῶτες ὑπέρβιοι ἀνέρες ἀλκὴν
- ἅμματʼ ἐπʼ ἀλλήλοισι τιταινόμενοι βιόωνται
- ἑλκῦσαι, ῥιπῇσιν ὀπισθοφόροις ἐρύοντες,
- δηρόν τʼ ἀμφότεροι καμάτων ἴσα μέτρα φέροντες
- ἐμμενέως ἕλκουσι καὶ ἐμμενέως ἐρύονται·
- ὣς τοῖς, ἰχθυβόλῳ τε καὶ ἰχθύϊ, νεῖκος ὄρωρε,
- τοῦ μὲν ἀπαΐξαι, τοῦ δʼ ἑλκέμεν ἱμείροντος.
- οὐ μέν μιν λείπουσιν ἐν ἄλγεσιν ἰχθύες ἄλλοι
- ἀνθίαι ἀλλʼ ἐθέλουσιν ἀμυνέμεν, ἐν δέ οἱ αὐτῷ
- νῶτα βίῃ χρίμπτουσι καὶ ἐμπίπτουσιν ἕκαστος,
- ἄφρονες, οὐδʼ ἐνόησαν ἑὸν τείροντες ἑταῖρον.
- πολλάκι καὶ θώμιγγα λιλαιόμενοι γενύεσσι
- ῥῆξαι ἀμηχανόωσιν, ἐπεὶ στόμα τοῖσιν ἄοπλον.
- ὀψὲ δέ μιν καμάτῳ τε καὶ ἄλγεσι μοχθίζοντα
- πυκναῖς τʼ εἰρεσίῃσι βιώμενος ἔσπασεν ἀνήρ·
- εἰ δʼ ἄρα οἱ καὶ τυτθὸν ὑπείξεται, οὔ μιν ἔπειτα
- ἐλεύσει· τοῖον γὰρ ὑπερφίαλον σθένος αὐτῷ.
- πολλάκι δʼ ὀξύπρωρον ὑπὲρ ῥάχιν ἔτμαγε δάψας
- ὁρμιήν, ἀπὸ δʼ ᾖξε λιπὼν κενὸν ἀγρευτῆρα.
- τοῖον καὶ κάλλιχθυς ἔχει σθένος ἠδὲ γενέθλη
- ὀρκύνων ὅσσοι τε δέμας κητώδεες ἄλλοι
- πλάζονται· τοίοις δὲ βραχίοσιν ἀγρώσσονται.
- ἄλλους δʼ αὖ βρώμῃσι καὶ εἰλαπίνῃσι δολώσας
- ἀγρώσσει ἁλιεύς· ἀγαθὸς δέ οἱ ἔσσεται ἰχθὺς
- κάνθαρος, ὃς πέτρῃσιν ἀεὶ λεπρῇσι γέγηθε.
- κύρτον δὲ πλέξαιο περίδρομον ὅττι μέγιστον,
- τεύχων ἢ σπάρτοισιν Ἰβηρίσιν ἠὲ λύγοισι,
- ῥάβδους ἀμφιβαλών· λευρὴ δέ οἱ εἴσοδος ἔστω
- γαστήρ τʼ εὐρυχανής· δέλεαρ δέ οἱ ἔνδον ἐνείης
- πούλυπον ἑρπυστὴν ἢ κάραβον, ἐκ πυρὸς ἄμφω
- ὀπταλέους· κνίσση γὰρ ἐφέλκεται ἰχθύας εἴσω.
- ὧδε μὲν ἐντύνας πλεκτὸν δόλον ἐγγύθι πέτρης
- δόχμιον ἀγκλίνοις, ὕφαλον λόχον· αὐτίκα δʼ ὀδμὴ
- κάνθαρον ὀτρυνέει τε καὶ ἵξεται ἔνδοθι κύρτου,
- οὐ μάλα θαρσαλέος πρώτην ὁδόν, ἀλλὰ τάχιστα
- δαισάμενος παλίνορσος ἀπέδραμεν· ἔνθεν ἔπειτα
- κυρτεὺς μὲν κείνοισιν ἀεὶ νεοτερπέα φορβὴν
- ἐντίθεται· τοὺς δʼ αἶψα δυσώνυμος ἐντὸς ἀγείρει
- γαστήρ, ἄλλον δʼ ἄλλος ἄγει σύνδορπον ἑταῖρον.
- ἤδη δʼ ἀτρομέοντες ἀολλέες ἔνδοθι κύρτου
- ἀγρόμενοι πρόπαν ἦμαρ ἐνήμενοι, ὥστε μέλαθρον
- κτησάμενοι, μίμνουσι, κακὴν δʼ εὕροντο καλιήν.
- ὡς δʼ ὁπότʼ ὀρφανικοῖο μετʼ ἠιθέοιο μέλαθρον
- οὔτι σαοφροσύνῃσι μεμηλότες ἥλικες ἄλλοι
- κλητοί τʼ αὐτόμολοί τε πανήμεροι ἀγερέθωνται,
- κτῆσιν ἀεὶ κείροντες ἀσημάντοιο δόμοιο,
- οἷα νέους ἀνίησι χαλίφρονας ἄκριτος ἥβη,
- ἐν δὲ κακοφροσύνῃσι κακὴν εὕραντο τελευτήν·
- ὣς τοῖς ἀγρομένοισι παρασχεδὸν ἵσταται ἄτη.
- ἡνίκα γὰρ πολλοί τε καὶ εὐλιπέες τελέθωσι,
- δὴ τότʼ ἀνὴρ κύρτοιο περὶ στόμα πῶμα καλύπτει
- εὖ ἀραρός· τοὺς δʼ ἔνδον ἐν ἕρκεϊ πεπτηῶτας
- ὑστάτιον κνώσσοντας ἀνείρυσεν· ὀψὲ δʼ ὄλεθρον
- φρασσάμενοι σπαίρουσι καὶ ἐκδῦναι μεμάασι,
- νήπιοι, οὐδʼ ἔτι κύρτον ὁμῶς εὔοικον ἔχουσιν.
- Ἄδμωσιν δʼ ἐπὶ κύρτον ὀπωρινὸν ὁπλίζονται
- ὀΐσυνον, μέσσοισι δʼ ἐν οἴδμασιν ὁρμίζουσι,
- νέρθεν ἀναψάμενοι τρητὸν λίθον εὐναστῆρα·
- φελλοὶ δʼ ὀχμάζουσιν ἄνω δόλον· ἐν δέ οἱ αἰεὶ
- τέσσαρας ἀκταίους διεροὺς κάχληκας ἱεῖσι·
- τοῖς δὲ διαινομένοισι περιτρέφεται γλαγόεσσα
- μύξα θαλασσαίη, τῆς ἵμερος ἰχθύας ἕλκει
- βαιούς, οὐτιδανούς, λίχνον γένος· οἱ δʼ ἀγέρονται
- κύρτον ἐπιπροθέοντες ἐν ἀγκοίνῃς τε μένουσιν.
- ἄδμωες δʼ ὁρόωντες ἔσω κοίλοιο μυχοῖο
- ἀγρομένους τάχα πάντες ἐπί σφισιν ὡρμήθησαν,
- δαιτὸς ἐελδόμενοι· τοὺς δʼ οὐ κίχον, ἀλλʼ ὑπόλισθον
- ῥηϊδίως· οἱ δʼ οὔτι καὶ ἱέμενοί περ ἔχουσιν
- αὖτις ὑπεκδῦναι πλεκτὸν λόχον, ἀλλʼ ἑτέροισι
- πήματα πορσύνοντες ἐπί σφισιν εὗρον ὄλεθρον.
- ὡς δέ τις ἐν ξυλόχοισιν ὀρέστερος ἀγροιώτης
- θηρὶ πάγην ἤρτυνεν, ἀπηνέϊ δʼ ἔνδοθι θυμῷ
- δῆσε κυνὸς σφίγγων ἄπο μήδεα· τοῦ δʼ ὀδύνῃσιν
- ἠχήεις ὀρυμαγδὸς ἀπόπροθι τειρομένοιο
- ἔρχεται, ἀμφὶ δέ οἱ στένεται δρίος· ἡ δʼ ἀΐουσα
- πόρδαλις ἰάνθη τε καὶ ἔσσυται, ἴχνος ἀϋτῆς
- μαιομένη· τάχα δʼ ἷξε καὶ ἔνθορε· τὸν μὲν ἔπειτα
- ὑψόσʼ ἀναρπάζει κρυπτὸς δόλος, ἡ δʼ ἐνὶ βόθρῳ
- εἰλεῖται προπεσοῦσα, μέλει δέ οἱ οὐκέτι δαιτός,
- ἀλλὰ φόβου· τῇ δʼ οὔτις ὑπέκδυσίς ἐστιν ἑτοίμη·
- τοῖα καὶ ἄδμωες δειλοὶ πάθον, ἀντὶ δὲ φορβῆς
- πότμον ἐφωρμήσαντο καὶ Ἄϊδος ἕρκος ἄφυκτον.
- καὶ μέν τις θρίσσῃσιν ὁμῶς καὶ χαλκίσιν ἄγρην
- φράσσατʼ ὀπωρινήν, καὶ λαρινὸν εἷλε καὶ ἔθνη
- τραχούρων, κύρτον μὲν ὑπὸ σπάρτοισιν ὑφήνας
- εὐπαγέως, φρυκτῶν δʼ ὀρόβων ἐνεθήκατο μάζαν,
- οἴνῳ μυδαλέην εὐώδεϊ, μίξε δὲ κούρης
- δάκρυον Ἀσσυρίης Θειαντίδος, ἥν ποτέ φασι
- πατρὸς ἐρασσαμένην δυσμήχανον ἔργον ἀνύσσαι
- ἐλθεῖν τʼ ἐς φιλότητα χολωσαμένης Ἀφροδίτης·
- ἀλλʼ ὅτε μιν καὶ δένδρον ἐπώνυμον ἐρρίζωσεν
- αἶσα θεῶν, γοάει τε καὶ ἣν ὀλοφύρεται ἄτην,
- δάκρυσι δευομένη λέκτρου χάριν· ἧς ἐνιμίσγων
- θεῖον ὀπὸν κύρτον μὲν ἐνορμίζει ῥοθίοισιν,
- ὀδμὴ δʼ αἶψα θάλασσαν ἐπέδραμε λειριόεσσα,
- κικλήσκουσʼ ἀγέλας πολυειδέας· οἱ δʼ ἐφέπονται
- πνοιῇ νηδυμίῃ δεδονημένοι, ὦκα δὲ κύρτος
- πίμπλαται, ἀγρευτῆρι φέρων εὔθηρον ἀμοιβήν.
- Σάλπαι δʼ ἰκμαλέοις μὲν ἀεὶ φύκεσσι μάλιστα
- τέρπονται, κείνῃ δὲ καὶ ἀγρώσσονται ἐδωδῇ.
- πλώει μὲν προτέροισιν ἐν ἤμασιν εἰς ἕνα χῶρον
- ἀσπαλιεύς, αἰεὶ δὲ μετʼ οἴδμασι λᾶας ἵησι
- χερμάδας, ἁψάμενος πέρι φύκια τηλεθόωντα.
- ἀλλʼ ὅτε δὴ πέμπτη μὲν ἴδῃ πόνον ἠριγένεια
- σάλπαι δʼ ἀγρόμεναι κεῖνον πόρον ἀμφινέμωνται,
- τῆμος ἐπεντύνει κύρτου δόλον· ἐν δέ οἱ εἴσω
- φύκεσιν εἰλομένους λᾶας βάλεν, ἀμφὶ δὲ ποίας
- εἰναλίας στομίοισιν ἐδήσατο, τῇσι γάνυνται
- σάλπαι τʼ ἠδʼ ὅσσοι βοτανηφάγοι ἰχθύες ἄλλοι·
- οἳ τότʼ ἀγειρόμενοι ποίας φάγον, αὐτὰρ ἔπειτα
- ἐς μυχὸν ἠΐχθησαν· ὁ δʼ αὐτίκα κύρτον ἀνέλκει
- ῥίμφα μεταπλώσας· σιγῇ δέ οἱ ἄνυται ἔργον,
- ἀνδράσι τʼ ἀφθόγγοισι καὶ ἀσμαράγοις ἐλάτῃσι·
- σιγὴ γὰρ πάσαις μὲν ὀφέλσιμος ἔπλετο θήραις,
- ἔξοχα δʼ ἐν σάλπῃσιν· ἐπεὶ μάλα τῇσι νόημα
- πτοιαλέον· πτοίη δὲ πόνον δύσθηρον ἔθηκε.
- τρίγλης δʼ οὔτινα, φημί, χερειοτέρῃσιν ἐδωδαῖς
- τέρπεσθαι· πᾶσαν γὰρ ἄσιν ἁλός, ἥν κε κίχῃσι,
- φέρβεται· ἱμείρει δὲ δυσαέος ἔξοχα δαιτός·
- σώμασι δʼ ἐκπάγλως ἐπιτέρπεται ἀνδρομέοισι
- πυθομένοις, εὖτʼ ἄν τινʼ ἕλῃ στονόεσσα θάλασσα.
- τῷ καί μιν δελέασσιν ἀποπνείουσιν ἀϋτμὴν
- ῥηϊδίως ἕλκουσιν, ὅσα πνέει ἐχθρὸν ἄημα.
- εἴκελα δὲ τρίγλῃσιν ὕεσσί τε, φημί, τετύχθαι
- ἤθεα, φυρομένοισιν ἀεὶ περὶ γαστέρος ὁρμήν·
- ἄμφω δʼ αἱ μὲν ἔασι διάκριτοι ἐν νεπόδεσσιν,
- οἱ δʼ ἐνὶ χερσαίῃσιν ἀριστεύουσʼ ἀγέλῃσιν.
- οὐ μὲν δὴ μελάνουρον ἀποίσεαι οὔτʼ ἐνὶ κύρτῳ
- ῥηϊδίως ἀπαφῶν οὔτʼ ἐν λινοεργέϊ κύκλῳ·
- ἔξοχα γὰρ μελάνουρος ἐν ἰχθύσιν ἠμὲν ἄναλκις
- ἠδὲ σαοφρονέων, λίχνη δέ οἱ οὔποτʼ ἐδωδὴ
- θυμήρης· αἰεὶ δὲ γαληναίης μὲν ἐούσης
- κέκλιται ἐν ψαμάθοισι καὶ οὐκ ἀναδύεται ἅλμης·
- ἀλλʼ ὅτε κυμαίνουσα περισπέρχῃσι θάλασσα
- λάβρων ἐξ ἀνέμων, τότε δὴ μοῦνοι μελάνουροι
- κῦμα διαΐσσουσιν ἀολλέες, οὔτε τινʼ ἀνδρῶν
- οὔτε τινʼ εἰναλίων πεφρικότες· οἱ μέν ἅπαντες
- ἐς νεάτην κρηπῖδα φόβῳ δύνουσι θαλάσσης,
- οἱ δὲ τότʼ ἠϊόνας τε πολυφλοίσβους ἐφέπουσι
- πέτραις τʼ ἐμπελάουσιν ἀλήμονες, εἴ τινʼ ἐδητὺν
- κοπτομένη δείξειεν ὑπὸ ῥιπῇσι θάλασσα·
- νήπιοι, οὐδʼ ἐδάησαν ὅσον πινυτώτεροι ἄνδρες,
- οἳ κείνους καὶ πάμπαν ἀλευομένους ἕλον ἄγρῃ.
- χειμερίη πλημμυρὶς ὅταν ζέῃ Ἀμφιτρίτης,
- ἵστατʼ ἐπὶ προὔχουσαν ἀνὴρ ἁλιηγέα πέτρην,
- ὀξύτατον τόθι κῦμα περὶ σπιλάδεσσι μέμυκεν·
- εἴδατα δʼ ἀγνυμένοισιν ἐπισπείρει ῥοθίοισι,
- τυρὸν ὁμοῦ Δήμητρι μεμιγμένον· οἱ δʼ ἐπὶ φορβὴν
- ἀσπασίην θρώσκουσιν ἐπειγόμενοι μελάνουροι.
- ἀλλʼ ὅτε οἱ παρέασιν ἀολλέες ἐς βόλον ἄγρης,
- αὐτὸς μὲν τρέπεται λοξὸν δέμας, ὄφρα οἱ ὕδωρ
- μήτι κατασκιάοιτο καὶ ἰχθύσι τάρβος ἐνείη·
- ἔστι δέ οἱ λεπτός τε δόναξ μετὰ χερσὶν ἑτοῖμος
- λεπτή θʼ ὁρμιὴ κούφης τριχός, ἄπλοκος αὔτως·
- λεπτοῖς δʼ ἀγκίστροισιν ἀναπλέκεται θαμέεσσι·
- τοῖς ἐπέθηκε δέλετρον, ὃ καὶ πάρος ἧκε καθʼ ὕδωρ,
- πέμπει δʼ ἐς βαθὺ κῦμα κυκώμενον· οἱ δʼ ὁρόωντες
- αὐτίκʼ ἐπιθρώσκουσι καὶ ἁρπάζουσιν ὄλεθρον.
- οὐδʼ ἁλιεὺς εὔκηλον ἔχει χέρα, πυκνὰ δʼ ἀνέλκει
- ἐκ δίνης ἄγκιστρα, καὶ εἰ κενὰ πολλάκις εἴη·
- οὐ γὰρ βρασσομένης κεν ἐπιφράσσαιτο θαλάσσης
- ἀτρεκέως, εἴτʼ οὖν τις ἐνίσχεται εἴτε μιν αὔτως
- κύματʼ ἀνακλονέουσιν· ἐπὴν δέ τις ἀμφιχάνῃσι,
- ῥίμφα μιν ἐξείρυσσε πάρος δόλον ἐν φρεσὶ θέσθαι,
- πρὶν φόβον οὐτιδανοῖσιν ἐνιπλῆξαι μελανούροις.
- τοίην χειμερίην πανεπίκλοπον ἤνυσεν ἄγρην.
- ναὶ μὴν καὶ κεστρῆα, καὶ οὐ λίχνον περ ἐόντα,
- ἤπαφον, ἀγκίστροισι περὶ στεινοῖσιν ἕσαντες
- εἶδαρ ὁμοῦ Δήμητρι μεμιγμένον ἠδὲ γάλακτος
- πηκτοῖσι δώροισιν· ἐφυρήσαντο δὲ ποίην
- τοῖσιν ὁμοῦ μίνθην εὐώδεα, τήν ποτε κούρην
- φασὶν ὑπουδαίην ἔμεναι, Κωκυτίδα Νύμφην·
- κλίνατο δʼ εἰς εὐνὴν Ἀϊδωνέος· ἀλλʼ ὅτε κούρην
- Περσεφόνην ἥρπαξεν ἀπʼ Αἰτναίοιο πάγοιο,
- δὴ τότε μιν κλάζουσαν ὑπερφιάλοις ἐπέεσσι,
- ζήλῳ μαργαίνουσαν ἀτάσθαλα, μηνίσασα
- Δημήτηρ ἀμάθυνεν ἐπεμβαίνουσα πεδίλοις·
- φῆ γὰρ ἀγαυοτέρη τε φυὴν καὶ κάλλος ἀμείνων
- Περσεφόνης ἔμεναι κυανώπιδος, ἐς δέ μιν αὐτὴν
- εὔξατο νοστήσειν Ἀϊδωνέα, τήν δὲ μελάθρων
- ἐξελάσειν· τοίη οἱ ἐπὶ γλώσσης θόρεν ἄτη.
- ποίη δʼ οὐτιδανὴ καὶ ἐπώνυμος ἔκθορε γαίης,
- τὴν ἐνιφυρήσαντες ἐπʼ ἀγκίστροισι βάλοντο.
- κεστρεὺς δʼ οὐ μετὰ δηρόν, ἐπεί ῥά μιν ἷξεν ἀϋτμή,
- ἀντιάσας πρῶτον μὲν ἀποσταδὸν ἀγκίστροιο
- λοξὸν ὑπʼ ὀφθαλμοῖς ὁράᾳ δόλον, εἴκελος ἀνδρὶ
- ξείνῳ, ὃς ἐν τριόδοισι πολυτρίπτοισι κυρήσας
- ἔστη ἐφορμαίνων, κραδίη τέ οἱ ἄλλοτε λαιήν,
- ἄλλοτε δεξιτερὴν ἐπιβάλλεται ἀτραπὸν ἐλθεῖν·
- παπταίνει δʼ ἑκάτερθε, νόος δέ οἱ ἠΰτε κῦμα
- εἱλεῖται, μάλα δʼ ὀψὲ μιῆς ὠρέξατο βουλῆς·
- ὣς ἄρα καὶ κεστρῆϊ παναίολα μερμηρίζει
- θυμὸς ὀϊομένῳ τε δόλον καὶ ἀπήμονα φορβήν·
- ὀψὲ δέ μιν νόος ὦρσε καὶ ἤγαγεν ἐγγύθι πότμου·
- αὐτίκα δὲ τρέσσας ἀνεχάσσατο· πολλάκι δʼ ἤδη
- εἷλε φόβος ψαύοντα καὶ ἔμπαλιν ἔτραπεν ὁρμήν.
- ὡς δʼ ὅτε νηπίαχος κούρη πάϊς, ἐκτὸς ἐούσης
- μητέρος, ἢ βρώμης λελιημένη ἠέ τευ ἄλλου,
- ψαῦσαι μὲν τρομέει μητρός χόλον, οὐδʼ ἀναδῦναι
- ἐλδομένη τέτληκεν· ἐφερπύζουσα δὲ λάθρῃ
- αὖτις ὑποτρέπεται, κραδίῃ δέ οἱ ἄλλοτε θάρσος,
- ἄλλοτε δʼ ἐμπίπτει δεινὸς φόβος· ὄμματα δʼ αἰὲν
- ὀξέα παπταίνοντα ποτὶ προθύροισι τέτανται·
- ὣς τότʼ ἐπεμβαίνων ἀνελίσσεται ἤπιος ἰχθύς.
- ἀλλʼ ὅτε θαρσήσας πελάσῃ σχεδόν, οὐ μάλʼ ἑτοίμως
- ψαῦσε βορῆς, οὐρῇ δὲ πάρος μάστιξεν ἐγείρων
- ἄγκιστρον, μή πού τις ἐνὶ χροῒ θέρμετʼ ἀϋτμή·
- ζωοῦ γὰρ κεστρεῦσιν ἀπώμοτόν ἐστι πάσασθαι.
- ἔνθεν ἔπειτʼ ἄκροισι διακνίζει στομάτεσσι
- δαῖτα περιξύων· ἁλιεὺς δέ μιν αὐτίκα χαλκῷ
- πεῖρεν ἀνακρούων, ὥστε θρασὺν ἵππον ἐέργων
- ἡνίοχος σκληρῇσιν ἀναγκαίῃσι χαλινοῦ,
- ἂν δʼ ἔρυσε, σπαίροντα δʼ ἐπὶ χθονὶ κάββαλεν ἐχθρῇ.
- καὶ ξιφίην ὀλοοῖσι παρήπαφον ἀγκίστροισιν.
- ἀλλʼ οὐ μὲν ξιφίῃ τοῖος μόρος, οὐδʼ ἴσος ἄλλοις·
- οὐ γὰρ ἐπʼ ἀγκίστροισι κατεντύνουσιν ἐδωδήν,
- ἀλλὰ τὸ μὲν γυμνόν τε καὶ ἄκλοπον ᾐώρηται,
- μηρίνθου διπλῇσιν ἀκαχμένου ἔμπαλιν αἰχμαῖς·
- τοῦ δʼ ὅσσον τριπάλαιστον ἀναψάμενοι καθύπερθε
- μαλθακὸν ἀργεννῶν νεπόδων ἕνα χείλεος ἄκρου
- δῆσαν ἐπισταμένως· ξιφίης δʼ ὅτε θοῦρος ἵκηται,
- αὐτίκα δαιτρεύει δέμας ἰχθύος ἄορι λάβρῳ·
- τοῦ δὲ δαϊζομένοιο καταρρέει ἅψεα δεσμοῦ,
- αὐταῖς δʼ ἀγκίστροιο περιστρέφεται γενύεσσιν·
- αὐτὰρ ὅ γʼ οὐκ ἐδάη γναμπτὸν δόλον, ἀλλὰ βαρεῖαν
- δαῖτα χανὼν ἀγρευτὸς ἀνέλκεται ἀνέρος ἀλκῇ.
- πολλὰ δʼ ἐπὶ ξιφίῃ θηρήτορες ὁπλίζονται,
- ἔξοχα δʼ οἳ Τυρσηνὸν ἁλὸς πόρον ἀγρώσσουσιν
- ἀμφί τε Μασσαλίην, ἱερήν πόλιν, ἀμφί τε Κελτούς·
- κεῖθι γὰρ ἔκπαγλοί τε καὶ ἰχθύσιν οὐδὲν ὁμοῖοι
- ἄπλατοι ξιφίαι μεγακήτεες ἐννεμέθονται.
- οἱ δʼ ἀκάτους αὐτοῖσιν ἐϊσκομένας ξιφίῃσι
- καὶ δέμας ἰχθυόεν καὶ φάσγανα τεκτήναντες
- ἀντίον ἰθύνουσι· ὁ δʼ οὐκ ἀναδύεται ἄγρην,
- ἐλπόμενος μὴ νῆας ἐϋσέλμους ὁράασθαι,
- ἀλλʼ ἑτέρους ξιφίας, ξυνὸν γένος, ὄφρα μιν ἄνδρες
- πάντῃ κυκλώσωνται· ὁ δʼ ἐφράσαθʼ ὕστερον ἄτην,
- αἰχμῇ τριγλώχινι πεπαρμένος, οὐδέ οἱ ἀλκὴ
- φεύγειν ἱεμένῳ περ, ἀναγκαίῃ δὲ δαμῆναι.
- πολλάκι μὲν καὶ νηὸς ἀμυνόμενος κενεῶνα
- φασγάνῳ ἀντετόρησε διαμπερὲς ἄλκιμος ἰχθύς,
- οἱ δὲ θοῶς βουπλῆγος ὑπʼ εὐχάλκοιο τυπῇσιν
- ἐκ γενύων ἤραξαν ἅπαν ξίφος· ἐν δʼ ἄρα νηὸς
- ἕλκεϊ γόμφος ἄρηρεν· ὁ δʼ ἕλκεται ὀρφανὸς ἀλκῆς.
- ὡς δʼ ὅτε δυσμενέεσσι δόλον τεύχοντες ἄρηος,
- ἱέμενοι πύργων τε καὶ ἄστεος ἔνδον ἱκέσθαι,
- ἔντεα συλήσαντες ἀρηϊφάτων ἀπὸ νεκρῶν
- αὐτοὶ θωρήξαντο καὶ ἔδραμον ἄγχι πυλάων·
- οἱ δʼ ὥστε σφετέροισιν ἐπειγομένοις πολιήταις
- ἀγκλίνουσι θύρετρα καὶ οὐ γήθησαν ἑταίροις·
- ὣς ἄρα καὶ ξιφίην ἴκελον δέμας ἤπαφε νηῶν.
- καὶ μὲν δὴ σκολιῇσιν ἐν ἀγκοίνῃσι λίνοιο
- κυκλωθεὶς ξιφίης μέγα νήπιος ἀφροσύνῃσιν
- ὄλλυται, ὃς θρώσκει μὲν ὑπεκδῦναι μενεαίνων,
- ἐγγύθι δὲ τρομέων πλεκτὸν δόλον αὖτις ὀπίσσω
- χάζεται· οὐδέ οἱ ὅπλον ἐνὶ φρεσίν, οἷον ἄρηρεν
- ἐκ γενύων, δειλὸς δὲ μένει κεκαφηότι θυμῷ,
- ὄφρα μιν ἐξερύσωσιν ἐπʼ ᾐόνας· ἔνθα δὲ δούροις
- ἄνδρες ἐπασσυτέροισι καταΐγδην ἐλόωντες
- κρᾶτα συνηλοίησαν, ὁ δʼ ὄλλυται ἄφρονι πότμῳ.
- ἀφροσύνη καὶ σκόμβρον ἕλεν καὶ πίονα θύννον
- καὶ ῥαφίδας καὶ φῦλα πολυσπερέων συνοδόντων.
- σκόμβροι μὲν λεύσσοντες ἐν ἕρκεϊ πεπτηῶτας
- ἄλλους ἠράσσαντο λίνου πολύωπον ὄλεθρον
- ἐσδῦναι· τοίη τις ἐσέρχεται εἰσορόωντας
- τερπωλή· παίδεσσιν ἀπειρήτοισιν ὁμοῖοι,
- οἵ τε πυρὸς λεύσσοντες ἀναιθομένοιο φαεινὴν
- μαρμαρυγὴν ἀκτῖσιν ἰαινόμενοι γελόωσι
- ψαῦσαί θʼ ἱμείρουσι καὶ ἐς φλόγα χεῖρʼ ὀρέγουσι
- νηπιέην· τάχα δέ σφιν ἀνάρσιον ἐξεφάνη πῦρ·
- ὣς οἵ γʼ ἱμείρουσιν ἀνοστήτοιο λόχοιο
- ἐσπεσέειν κευθμῶνα, κακοῦ δʼ ἤντησαν ἔρωτος.
- ἔνθʼ οἱ μὲν κέλσαντες ἐν εὐρυτέροισι βρόχοισι
- ἔκθορον, οἱ δʼ ἑρχθέντες ἐνὶ στεινοῖσι πόροισι
- πικρὸν ἀνέτλησαν σφιγκτὸν μόρον ἐξανύσαντες.
- πολλοὺς δʼ ἠϊόνεσσιν ἐφελκομένοιο λίνοιο
- ὄψεαι ἀμφοτέρωθεν ἀρηρότας ἠΰτε γόμφοις,
- τοὺς μὲν ἔτι φρονέοντας ἐσελθέμεν ἄρκυν ὀλέθρου,
- τοὺς δʼ ἤδη μεμαῶτας ὑπεκδῦναι κακότητος,
- ἔνδοθεν ἰκμαλέῃσιν ἐνισχομένους βροχίδεσσι.
- θύννοι δʼ αὖ σκόμβροις μὲν ἴσον πόνον ἀθλεύουσιν
- ἀφροσύνῃ· καὶ τοῖς γὰρ ὁμοίιος ἵμερος ἄτης
- ἐμπίπτει δολίοιο λίνου λαγόνεσσι μιγῆναι·
- ἀλλʼ οὐ μὲν κείνοισιν ὑπόβρυχα γαστέρος εἴσω
- ἐσδύνειν, σκολιοῖσι δʼ ἐπαΐσσουσιν ὀδοῦσι,
- σώματι μηδόμενοι πόρον ἄρκιον· ἐν δʼ ἄρʼ ὀδοῦσιν
- ὑγρὸν ἐρειδομένοις τέταται λίνον· οὐδέ τι μῆχος
- ἐκφυγέειν, δεσμῷ δὲ περιστομίῳ μογέοντες
- ἕλκονται ποτὶ χέρσον ὑπʼ ἀφραδίῃσιν ἁλόντες.
- καὶ μὲν δὴ ῥαφίδων τοῖος νόος· αἵ δʼ ὅτε κόλπον
- δικτύου ἐκπροφύγωσι, πόνου δʼ ἔκτοσθε γένωνται,
- αὖτις ἐπιστρωφῶσι, λίνῳ δʼ ἐπιμηνίουσαι
- δήγματʼ ἐνιπρίουσι· τὸ δέ σφισι δύεται εἴσω
- ἴσχει τʼ ἐμμενέως πυκινοὺς ἔντοσθεν ὀδόντας.
- αὐτὰρ τοὶ συνόδοντες ἴσοι στείχουσι λόχοισι
- κεκριμένοι· τοῖς δʼ εὖτʼ ἄν ἀνὴρ ἄγκιστρον ἐφείη,
- οἱ μὲν ἀποτροπάδην λοξὸν φάος ἀλλήλοισι
- πάντες ἐπικλίνουσι καὶ οὐκ ἐθέλουσι πελάσσαι·
- ἀλλʼ ὅτε τις προθορὼν ἑτέρης στιχὸς αἶψα δέλετρον
- ἁρπάξῃ, τότε καί τις ἐνὶ φρεσὶ θάρσος ἔδεκτο
- ἀγκίστρῳ τʼ ἐπέλασσε καὶ ἕλκεται· οἱ δʼ ὁρόωντες
- ἀλλήλους, περὶ δαιτὶ γεγηθότες, ἰαίνονται
- ἑλκόμενοι, σπεύδουσι δʼ ὑποφθαδόν, ὅς κε θάνῃσι
- πρῶτος ἁλούς, ἅτε παῖδες ἀθύρμασι καγχαλόωντες.
- θύννων δʼ αὖ γενεὴ μὲν ἀπʼ εὐρυπόροιο τέτυκται
- Ὠκεανοῦ· στείχουσι δʼ ἐς ἡμετέρης ἁλὸς ἔργα
- εἰαρινοῦ μετὰ λύσσαν ὅτʼ οἰστρήσωσι γάμοιο.
- τοὺς δʼ ἤτοι πρῶτον μὲν Ἰβηρίδος ἔνδοθεν ἅλμης
- ἀνέρες ἀγρώσσουσι βίῃ κομόωντες Ἴβηρες·
- δεύτερα δὲ Ῥοδανοῖο παρὰ στόμα θηρητῆρες
- Κελτοὶ Φωκαίης τε παλαίφατοι ἐνναετῆρες·
- τὸ τρίτον ἀγρώσσουσιν ὅσοι Τρινακρίδι νήσῳ
- ἐνναέται πόντου τε παρʼ οἴδμασι Τυρσηνοῖο.
- ἔνθεν ἀπειρεσίοις ἐνὶ βένθεσιν ἄλλοθεν ἄλλος
- κίδνανται καὶ πᾶσαν ἐπιπλώουσι θάλασσαν.
- πολλὴ δʼ ἔκπαγλός τε παρίσταται ἰχθυβόλοισιν
- ἄγρη, ὅτʼ εἰαρινὸς θύννων στρατὸς ὁρμήσωνται.
- χῶρον μὲν πάμπρωτον ἐπεφράσσαντο θαλάσσης
- οὔτε λίην στεινωπὸν ἐπηρεφέεσσιν ὑπʼ ὄχθαις
- οὔτε λίην ἀνέμοισιν ἐπίδρομον, ἀλλὰ καὶ αἴθρῃ
- καὶ σκεπανοῖς κευθμῶσιν ἐναίσιμα μέτρα φέροντα.
- ἔνθʼ ἤτοι πρῶτον μὲν ἐπʼ ὄρθιον ὕψι κολωνὸν
- ἴδρις ἐπαμβαίνει θυννοσκόπος, ὅστε κιούσας
- παντοίας ἀγέλας τεκμαίρεται, αἵ τε καὶ ὅσσαι,
- πιφαύσκει δʼ ἑτάροισι· τὰ δʼ αὐτίκα δίκτυα πάντα
- ὥστε πόλις προβέβηκεν ἐν οἴδμασιν· ἐν δὲ πυλωροὶ
- δικτύῳ, ἐν δὲ πύλαι, μύχατοί τʼ αὐλῶνες ἔασιν.
- οἱ δὲ θοῶς σεύονται ἐπὶ στίχας, ὥστε φάλαγγες
- ἀνδρῶν ἐρχομένων καταφυλαδόν· οἱ μὲν ἔασιν
- ὁπλότεροι, τοὶ δʼ εἰσὶ γεραίτεροι, οἱ δʼ ἐνὶ μέσσῃ
- ὥρῃ· ἀπειρέσιοι δὲ λίνων ἔντοσθε ῥέουσιν,
- εἰσόκεν ἱμείρωσι καὶ ἀγρομένους ἀνέληται
- δίκτυον· ἀφνειὴ δὲ καὶ ἔξοχος ἵσταται ἄγρη.