Halieutica
Oppian
Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ὧδε μὲν ἰχθύβοτοί τε νομαὶ καὶ φῦλα θαλάσσης
- πλάζονται· τοιῷδε γάμῳ, τοιῇδε γενέθλῃ
- τέρπονται· τὰ δέ πού τις ἐπιχθονίοισιν ἅπαντα
- ἀθανάτων σήμηνε· τί γὰρ μερόπεσσιν ἀνυστὸν
- νόσφι θεῶν; οὐδʼ ὅσσον ὑπὲκ ποδὸς ἴχνος ἀεῖραι,
- οὐδʼ ὅσον ἀμπετάσαι βλεφάρων περιφαέα κύκλα·
- ἀλλʼ αὐτοὶ κρατέουσι καὶ ἰθύνουσιν ἕκαστα,
- τηλόθεν ἐγγὺς ἐόντες· ἀναγκαίη δʼ ἀτίνακτος
- πείθεσθαι· τὴν δʼ οὔτι τέλει σθένος οὐδέ τις ἀλκὴ
- τρηχείαις γενύεσσιν ὑπερφιάλως ἐρύσαντα
- ἐκφυγέειν, ἅτε πῶλον ἀποπτυστῆρα χαλινῶν·
- ἀλλʼ αἰεὶ μάκαρες πανυπέρτατοι ἡνία πάντη
- κλίνουσʼ, ᾗ κʼ ἐθέλωσιν, ὁ δʼ ἕσπεται ὅστε σαόφρων,
- πρὶν χαλεπῇ μάστιγι καὶ οὐκ ἐθέλων ἐλάηται.
- κεῖνοι καὶ τέχνας πολυκερδέας ἀνθρώποισιν
- δῶκαν ἔχειν καὶ πᾶσαν ἐπιφροσύνην ἐνέηκαν.
- ἄλλος δʼ ἀλλοίοισιν ἐπώνυμος ἔπλετο δαίμων
- ἔργοις, οἷσιν ἕκαστος ἐπίσκοπον ἤρατο τιμήν.
- Δηὼ μὲν ζεύγλης τε βοῶν ἀρότοιό τε γαίης
- πυρῶν τʼ εὐκάρποιο φέρει γέρας ἀμητοῖο.
- δοῦρα δὲ τεκτήνασθαι ἀναστῆσαί τε μέλαθρα,
- φάρεά τʼ ἀσκῆσαι μήλων εὐανθέϊ καρπῷ
- Παλλὰς ἐπιχθονίους ἐδιδάξατο· δῶρα δʼ Ἄρηος
- φάσγανα χάλκειοί τε περὶ μελέεσσι χιτῶνες
- καὶ κόρυθες καὶ δοῦρα καὶ οἶς ἐπιτέρπετʼ Ἐνυώ.
- δῶρα δὲ Μουσάων τε καὶ Ἀπόλλωνος ἀοιδαί.
- Ἑρμείης δʼ ἀγορήν τε καὶ ἀλκήεντας ἀέθλους
- ὤπασεν. Ἡφαίστῳ δὲ μέλει ῥαιστήριος ἱδρώς.
- καὶ τάδε τις πόντοιο νοήματα καὶ τέλος ἄγρης
- πληθύν θʼ ὑγροπόρων θεὸς ὤπασε τεκμήρασθαι
- ἀνδράσιν, ὃς καὶ πρῶτα μεσορραγέας κενεῶνας
- γαίης ἀγρομένοισιν ἐνιπλήσας ποταμοῖσι
- πευκεδανὴν ἀνέχευε καὶ ἐξέστεψε θάλασσαν,
- ὀφρύσι καὶ ῥηγμῖσι περίδρομον ἀμφιπεδήσας,
- εἴτε μιν εὐρυμέδοντα Ποσειδάωνα καλέσσαι,
- εἴτʼ ἄρα καὶ Νηρῆα παλαίφατον, εἴτʼ ἄρα Φόρκυν
- βέλτερον, εἴτε τινʼ ἄλλον ἁλὸς θεὸν ἰθυντῆρα.
- ἀλλʼ οἱ μὲν μάλα πάντες, ὅσοι τʼ Οὔλυμπον ἔχουσι
- δαίμονες οἵ τε θάλασσαν ὅσοι τʼ ἐΰδωρον ἄρουραν
- ἠέρα τʼ ἐνναίουσι, πανίλαον ἦτορ ἔχοιεν
- σοί τε, μάκαρ σκηπτοῦχε, καὶ ἀγλαόπαιδι γενέθλῃ
- καὶ λαοῖς σύμπασι καὶ ἡμετέρῃσιν ἀοιδαῖς.
- ἰχθύσι δʼ οὔτε δίκη μεταρίθμιος οὔτε τις αἰδώς,
- οὐ φιλότης· πάντες γὰρ ἀνάρσιοι ἀλλήλοισι
- δυσμενέες πλώουσιν· ὁ δὲ κρατερώτερος αἰεὶ
- δαίνυτʼ ἀφαυροτέρους, ἄλλῳ δʼ ἐπινήχεται ἄλλος
- πότμον ἄγων, ἕτερος δʼ ἑτέρῳ πόρσυνεν ἐδωδήν.
- οἱ μὲν γὰρ γενύεσσι καὶ ἠνορέῃ βιόωνται
- χειροτέρους· τοῖς δʼ ἰὸν ἔχει στόμα· τοῖσι δʼ ἄκανθαι
- τύμμασι λευγαλέοισιν ἀμυνέμεναι πεφύασι,
- πικραί τʼ ὀξεῖαί τε χόλου πυρόεντος ἀκωκαί.
- ὅσσοις δʼ οὔτε βίην θεὸς ὤπασεν οὔτε τι κέντρον
- θήγεται ἐκ μελέων, τοῖς δʼ ἐκ φρενὸς ὅπλον ἔφυσε
- βουλὴν κερδαλέην, πολυμήχανον, οἵ τε δόλοισι
- πολλάκι καὶ κρατερόν καὶ ὑπέρτερον ὤλεσαν ἰχθύν.
- οἷον καὶ νάρκῃ τερενόχροϊ φάρμακον ἀλκῆς
- ἕσπεται αὐτοδίδακτον ἐν οἰκείοισι μέλεσσιν.
- ἡ μὲν γὰρ μαλακή τε δέμας καὶ πᾶσʼ ἀμενηνὴ
- νωθής τε βραδυτῆτι βαρύνεται, οὐδέ κε φαίης
- νηχομένην ὁράαν· μάλα γὰρ δύσφραστα κέλευθα
- εἱλεῖται πολιοῖο διʼ ὕδατος ἑρπύζουσα·
- ἀλλά οἱ ἐν λαγόνεσσιν ἀναλκείης δόλος ἀλκή·
- κερκίδες ἐμπεφύασι παρὰ πλευραῖς ἑκάτερθεν
- ἀμφίδυμοι· τῶν εἴ τις ἐπιψαύσειε πελάσσας,
- αὐτίκα οἱ μελέων σθένος ἔσβεσεν, ἐν δέ οἱ αἷμα
- πήγνυται, οὐδʼ ἔτι γυῖα φέρειν δύνατʼ, ἀλλά οἱ ἀλκὴ
- ἦκα μαραινομένοιο παρίεται ἄφρονι νάρκῃ.
- ἡ δʼ εὖ γινώσκουσα θεοῦ γέρας οἷον ἔδεκτο,
- ὕπτιον ἀγκλίνασα μένει δέμας ἐν ψαμάθοισι·
- κεῖται δʼ ἀστεμφὴς οἵη νέκυς· ὃς δέ κεν ἰχθὺς
- ἐγχρίμψῃ λαγόνεσσιν, ὁ μὲν λύτο, κάππεσε δʼ αὕτως
- ἀδρανίης βαθὺν ὕπνον, ἀμηχανίῃσι πεδηθείς·
- ἡ δὲ θοῶς ἀνόρουσε καὶ οὐ κραιπνή περ ἐοῦσα,
- γηθοσύνη, ζωὸν δὲ κατεσθίει ἶσα θανόντι.
- πολλάκι καὶ κατὰ λαῖτμα μετʼ ἰχθύσιν ἀντιάσασα
- νηχομένοις κραιπνὴν μὲν ἐπειγομένων σβέσεν ὁρμὴν
- ἐγγὺς ἐπιψαύσασα καὶ ἐσσυμένους ἐπέδησεν·
- ἔσταν δʼ αὐαλέοι καὶ ἀμήχανοι, οὔτε κελεύθων
- δύσμοροι οὔτε φυγῆς μεμνημένοι· ἡ δὲ μένουσα
- οὐδὲν ἀμυνομένους καταδαίνυται οὐδʼ ἀΐοντας.
- οἷον δʼ ὀρφναίοισιν ἐν εἰδώλοισιν ὀνείρων
- ἀνδρὸς ἀτυζομένοιο καὶ ἱεμένοιο φέβεσθαι
- θρώσκει μὲν κραδίη, τὰ δὲ γούνατα παλλομένοιο
- ἀστεμφὴς ἅτε δεσμὸς ἐπειγομένοιο βαρύνει,
- τοίην γυιοπέδην τεχνάζεται ἰχθύσι νάρκη.
- Βάτραχος αὖ νωθὴς μὲν ὁμῶς καὶ μαλθακὸς ἰχθύς,
- αἴσχιστος δʼ ἰδέειν· στόμα δʼ οἴγεται εὐρὺ μάλιστα·
- ἀλλʼ ἄρα καὶ τῷ μῆτις ἀνεύρατο γαστέρι φορβήν.
- αὐτὸς μὲν πηλοῖο κατʼ εὐρώεντος ἐλυσθεὶς
- κέκλιται ἀτρεμέων, ὀλίγην δʼ ἀνὰ σάρκα τιταίνει,
- ἥ ῥά οἱ ἐκ γένυος νεάτης ὑπένερθε πέφυκε
- λεπτή τʼ ἀργεννή τε, κακὴ δέ οἱ ἐστὶν ἀϋτμή·
- τὴν θαμὰ δινεύει, δόλον ἰχθύσι βαιοτέροισιν·
- οἵ ῥά μιν εἰσορόωντες ἐφορμώωσι λαβέσθαι.
- αὐτὰρ ὁ τὴν ἂψ αὖτις ἐφέλκεται ἀτρέμας εἴσω,
- ἦκα μάλʼ ἀσπαίρουσαν ὑπὸ στόμα, τοὶ δʼ ἐφέπονται
- οὐδὲν ὀϊόμενοι κρυπτὸν δόλον, ὄφρα λάθωσι
- βατράχου εὐρείῃσιν ἔσω γενύεσσι μιγέντες.
- ὡς δʼ ὅτε τις κούφοισι πάγην ὄρνισι τιτύσκων,
- πυροὺς τοὺς μὲν ἔρηνε δόλου προπάροιθε πυλάων,
- ἄλλους δʼ ἔνδον ἔθηκεν, ὑπεστήριξε δὲ τέχνην·
- τοὺς δὲ λιλαιομένους ἕλκει πόθος ὀξὺς ἐδωδῆς,
- εἴσω δὲ προγένοντο, καὶ οὐκέτι νόστος ἑτοῖμος
- ἐκδῦναι, δαιτὸς δὲ κακὴν εὕραντο τελευτήν·
- ὣς κείνους ἀμενηνὸς ἐπέσπασεν ἠπεροπεύσας
- βάτραχος, οὐδʼ ἐνόησαν ἑὸν σπεύδοντες ὄλεθρον.
- τοῖα καὶ ἀγκυλόμητιν ἐπέκλυον ἐντύνασθαι
- κερδώ· ὅτʼ οἰωνῶν ἀγέλην πλήθουσαν ἴδηται,
- δοχμίη ἀγκλινθεῖσα, τανυσσαμένη θοὰ κῶλα,
- ὄμματʼ ἐπιμύει, σὺν δὲ στόμα πάμπαν ἐρείδει·
- φαίης κʼ εἰσορόων ἤ μιν βαθὺν ὕπνον ἰαύειν,
- ἠὲ καὶ ἀτρεκέως κεῖσθαι νέκυν· ὧδε γὰρ ἄπνους
- αἰόλα βουλεύουσα παραβλήδην τετάνυσται·
- οἱ δέ μιν εἰσορόωντες ἀολλέες ἰθὺς ἴενται
- ὄρνιθες, λάχνην δὲ διαψαίρουσι πόδεσσιν,
- ἠΰτε κερτομέοντες· ἐπὴν δέ οἱ ἐγγὺς ὀδόντων
- ἔλθωσιν, τότʼ ἔπειτα δόλου πετάσασα θύρετρα,
- ἐξαπίνης συνέμαρψε καὶ ἔσπασεν εὐρὺ χανοῦσα
- ἄγρην κερδαλέην, ὅσσην ἕλεν οἰμήσασα.
- καὶ μὲν δὴ δολόμητις ἐπίκλοπον εὕρατο θήρην
- σηπίη· ἐκ γάρ οἱ κεφαλῆς πεφύασιν ἀραιοὶ
- ἀκρέμονες προτενεῖς, ὥστε πλόκοι, οἷσι καὶ αὐτὴ
- ὥστε περ ὁρμιῇσιν ἐφέλκεται ἰχθύας ἄγρῃ,
- πρηνὴς ἐν ψαμάθοισιν ὑπʼ ὀστράκῳ εἰλυθεῖσα.
- κείναις δὲ πλοκαμῖσι καὶ ἡνίκα κύματα θύει
- χείματι πετράων ἀντίσχεται, ἠΰτε τις νηῦς
- πείσματʼ ἐπʼ ἀκταίῃσιν ἀναψαμένη σπιλάδεσσι.
- Καρῖδες δʼ ὀλίγαι μὲν ἰδεῖν, ἴση δὲ καὶ ἀλκὴ
- γυίοις, ἀλλὰ δόλοισι καὶ ἄλκιμον ὤλεσαν ἰχθύν,
- λάβρακα, σφετέρῃσιν ἐπικλέα λαβροσύνῃσιν.
- οἱ μὲν γὰρ σπεύδουσι καὶ ἰθύουσι λαβέσθαι
- καρίδων, ταῖς δʼ οὔτε φυγεῖν σθένος οὔτε μάχεσθαι,
- ὀλλύμεναι δʼ ὀλέκουσι καὶ οὓς πέφνουσι φονῆας.
- εὖτε γὰρ ἀμφιχανόντες ἔσω μάρψωσιν ὀδόντων,
- αἵδε θαμᾶ θρώσκουσι καὶ ἐς μεσάτην ὑπερῴην
- ὀξὺ κέρας χρίμπτουσι, τό τε σφίσι τέλλεται ἄκρης
- ἐκ κεφαλῆς· λάβραξ δὲ φίλης κεκορημένος ἄγρης
- νύγματος οὐκ ἀλέγει· τὸ δέ μιν νέμεταί τε καὶ ἕρπει,
- εἰσόκε τρυχόμενόν μιν ἕλῃ μόρος ἐξ ὀδυνάων·
- ὀψὲ δὲ γινώσκει νέκυος δεδαϊγμένος αἰχμῇ.
- ἔστι δέ τις πηλοῖσιν ἐφέστιος ὠμοφάγος βοῦς,
- εὐρύτατος πάντεσσι μετʼ ἰχθύσιν· ἦ γάρ οἱ εὖρος
- πολλάκις ἑνδεκάπηχυ δυωδεκάπηχύ τʼ ἐτύχθη·
- οὐτιδανὸς δὲ βίην καί οἱ δέμας ἄμμορον ἀλκῆς,
- μαλθακόν· ἐν δέ οἱ εἰσὶν ἀείδελοι ἔνδον ὀδόντες
- βαιοί τʼ οὐ κρατεροί τε· βίῃ δέ κεν οὔτι δαμάσσαι,
- ἀλλὰ δόλῳ καὶ φῶτας ἐπίφρονας εἷλε πεδήσας·
- δαιτὶ γὰρ ἀνδρομέῃ ἐπιτέρπεται, ἔξοχα δʼ αὐτῷ
- ἀνθρώπων κρέα τερπνὰ καὶ εὐάντητος ἐδωδή.
- εὖτέ τινʼ ἀθρήσῃ νεάτην ὑπὸ βύσσαν ἰόντα
- ἀνθρώπων, ὅσσοισιν ὑποβρύχιος πόνος ἅλμης
- μέμβλεται, αὐτὰρ ὁ κοῦφος ὑπὲρ κεφαλῆφιν ἀερθεὶς
- νήχεται ἀστεμφής, μεγάρων ὀρόφοισιν ἐοικώς,
- ἄτροπος ἀμφιταθείς, σὺν δʼ ἔρχεται, ᾗ κεν ἴῃσι
- δειλὸς ἀνήρ, μίμνοντι δʼ ἐφίσταται ἠΰτε πῶμα.
- ὡς δὲ πάϊς δολόεντα μόρον λίχνοισι μύεσσιν
- ἔστησεν· τὸν δʼ οὔτι πάγης λόχον ὁρμαίνοντα
- γαστὴρ ἔνδον ἔλασσε, θοῶς δέ οἱ ἄγγος ὕπερθε
- κοῖλον ἐπεσμαράγησεν, ὁ δʼ οὐκέτι πολλὰ μενοινῶν
- ἐκφυγέειν δύναται στιβαρὸν σκέπας, ὄφρα ἑ κοῦρος
- μάρψῃ τε κτείνῃ τε, γέλων δʼ ἐπιθήσεται ἄγρῃ·
- ὣς ὅ γʼ ὑπὲρ κεφαλῆς βροτέης ὀλοφώϊος ἰχθὺς
- πέπτατʼ ἐρητύων ἀναδύμεναι, εἰσόκʼ ἀϋτμὴ
- φῶτα λίπῃ, ψυχὴν δὲ μετεκπνεύσῃ ῥοθίοισιν·
- ἔνθα ἑ τεθνηῶτα δυσώνυμος ἀμφιέπει βοῦς
- δαινύμενος, τέχνῃσιν ἑλὼν δυσμήχανον ἄγρην.
- καὶ μέν τις μνιαροῖσιν ἐπὶ πλαταμῶσι νοήσας
- καρκίνον αἰνήσει καὶ ἀγάσσεται εἵνεκα τέχνης
- κερδαλέης· καὶ τῷ γὰρ ἐπιφροσύνην πόρε δαίμων
- ὄστρεα φέρβεσθαι, γλυκερὴν καὶ ἄμοχθον ἐδωδήν.
- ὄστρεα μὲν κληῗδας ἀναπτύξαντα θυρέτρων
- ἰλὺν λιχμάζουσι καὶ ὕδατος ἰσχανόωντα
- πέπταται, ἀγκοίνῃσιν ἐφήμενα πετραίῃσι·
- καρκίνος αὖ ψηφῖδα παρὰ ῥηγμῖνος ἀείρας
- λέχριος ὀξείῃσι φέρει χηλῇσι μεμαρπώς,
- λάθρη δʼ ἐμπελάει, μέσσῳ δʼ ἐνεθήκατο λᾶαν
- ὀστρέῳ· ἔνθεν ἔπειτα παρήμενος εἰλαπινάζει
- δαῖτα φίλην· τὸ δʼ ἄρʼ οὔτι καὶ ἱέμενόν περ ἐρεῖσαι
- ἀμφιδύμους πλάστιγγας ἔχει σθένος, ἀλλʼ ὑπʼ ἀνάγκης
- οἴγεται, ὄφρα θάνῃ τε καὶ ἀγρευτῆρα κορέσσῃ.
- τῷ δʼ ἴσα τεχνάζουσι καὶ ἀστέρες ἑρπυστῆρες
- εἰνάλιοι· καὶ τοῖς γὰρ ἐπʼ ὄστρεα μῆτις ὀπηδεῖ·
- ἀλλʼ οὐ λᾶαν ἄγουσι συνέμπορον οὐδʼ ἐπίκουρον
- κεῖνοι, τρηχὺ δὲ κῶλον ἐνηρείσαντο μέσοισι
- πεπταμένοις· τὰ μὲν ὧδε πιέζεται, οἱ δὲ νέμονται.
- ὄστρακον αὖ βυθίας μὲν ἔχει πλάκας, ἐν δέ οἱ ἰχθὺς
- πίννη ναιετάει κεκλημένος· ἡ μὲν ἄναλκις
- οὔτε τι μητίσασθαι ἐπίσταται οὔτε τι ῥέξαι,
- ἀλλʼ ἄρα οἱ ξυνόν τε δόμον ξυνήν τε καλύπτρην
- καρκίνος ἐνναίει, φέρβει δέ μιν ἠδὲ φυλάσσει·
- τῷ καὶ πιννοφύλαξ κικλήσκεται· ἀλλʼ ὅτε κόχλου
- ἰχθὺς ἔνδον ἵκηται, ὁ δʼ οὐ φρονέουσαν ἀμύξας
- δήγματι κερδαλέῳ πίννην ἕλεν· ἡ δʼ ὀδύνῃσιν
- ὄστρακα συμπλατάγησε καὶ ἔνδον ἐφράσσατο ἄγρην
- αὑτῇ τʼ ἠδʼ ἑτάρῳ, ξυνόν θʼ ἅμα δεῖπνον ἕλοντο.
- ὣς ἄρα καὶ πλωτῆρσιν ἐν ὑγροπόροισιν ἔασι
- τοὶ μὲν κερδαλέοι, τοὶ δʼ ἄφρονες, οἷα καὶ ἡμῖν
- ἀνδράσιν, οὐδέ τι πᾶσιν ἐναίσιμόν ἐστι νόημα.
- φράζεο δʼ ἀφραδίῃ προφερέστατον ἡμεροκοίτην
- ἰχθύν, ὃν παρὰ πάντας ἀεργότατον τέκεν ἅλμη.
- τοῦ δʼ ἤτοι κεφαλῆς μὲν ἄνω τέτραπται ὕπερθεν
- ὄμματα, καὶ στόμα λάβρον ἐν ὀφθαλμοῖσι μέσοισιν·
- αἰεὶ δʼ ἐν ψαμάθοισι πανημέριος τετάνυσται
- εὕδων, νυκτὶ δὲ μοῦνον ἀνέγρεται ἠδʼ ἀλάληται·
- τοὔνεκα κέκληται καὶ νυκτερίς· ἀλλά μιν ἄτη
- γαστρὸς ἀτεκμάρτοιο κακὴ λάχεν· οὐ γὰρ ἐδωδῆς
- ἢ κόρον ἠέ τι μέτρον ἐπίσταται, ἀλλʼ ἀτέλεστον
- λυσσομανῆ βούβρωστιν ἀναιδέϊ γαστρὶ φυλάσσει·
- οὐδέ ποτʼ ἂν λήξειεν ἐδητύος ἐγγὺς ἐούσης,
- εἰσόκεν οἱ νηδύς τε μέση διὰ πᾶσα ῥαγείη,
- αὐτός τε προταθεὶς πέσῃ ὕπτιος, ἠέ τις ἄλλος
- πέφνῃ μιν νεπόδων πυμάτης ἔμφορτον ἐδωδῆς.
- σῆμα δέ τοι τόδε γαστρὸς ἀειμάργοιο πιφαύσκω·
- εἰ γάρ τίς μιν ἑλὼν θήρης ἀποπειρήσαιτο
- χειρὶ βορὴν ὀρέγων, ὁ δὲ δέξεται, εἰσόκεν αὐτοῦ
- λαβροτάτου στόματος νηήσεται ἄχρις ἐδωδή.
- κλῦτε, γοναὶ μερόπων, οἶον τέλος ἀφραδίῃσι
- λαιμάργοις, ὅσον ἄλγος ἀδηφαγίῃσιν ὀπηδεῖ·
- τῷ τις ἀεργίην δυστερπέα τῆλε διώκοι
- καὶ κραδίης καὶ χειρός, ἔχοι δέ τι μέτρον ἐδωδῆς·
- μηδʼ ἐπὶ πανθοίνοισι νόον τέρποιτο τραπέζαις·
- πολλοὶ γὰρ τοῖοι καὶ ἐν ἀνδράσιν, οἶσι λέλυνται
- ἡνία, γαστρὶ δὲ πάντας ἐπιτρωπῶσι κάλωας·
- ἀλλά τις εἰσορόων φεύγοι τέλος ἡμεροκοίτου.
- ἔστι καὶ ὀξυκόμοισι νόος καὶ μῆτις ἐχίνοις,
- οἴ τʼ ἀνέμων ἴσασι βίας ζαμενεῖς τε θυέλλας
- ὀρνυμένας, νώτοισι δʼ ἀνοχλίζουσιν ἕκαστος
- λᾶαν, ὅσον βαρύθοντα περὶ σφετέρῃσιν ἀκάνθαις
- ῥηϊδίως φορέοιεν, ἴνʼἀντία κύματος ὁρμῇ
- βριθόμενοι μίμνωσι· τὸ γὰρ τρομέουσι μάλιστα,
- μὴ σφὰς ἐπʼ ἠιόνεσσι κυκώμενον οἶμα κυλίσῃ·
- Πουλυπόδων δʼ οὔπω τινʼ ὀΐομαι ἔμμενʼ ἄπυστον
- τέχνης, οἳ πέτρῃσιν ὁμοίϊοι ἰνδάλλονται,
- τήν κε ποτιπτύξωσι περὶ σπείρῃς τε βάλωνται.
- ἄνδρας δʼ ἀγρευτῆρας ὁμῶς καὶ κρέσσονας ἰχθῦς
- ῥηϊδίως ἀπάτῃσι παραπλάγξαντες ἄλυξαν.
- ἀλλʼ ὅτε χειρότερός τις ἐπισχεδὸν ἀντιβολήσῃ,
- αὐτίκα πουλύποδές τε καὶ ἰχθύες ἐξεφάνησαν,
- μορφῆς πετραίης ἐξάλμενοι, ἐκ δὲ δόλοιο
- φορβήν τʼ ἐφράσσαντο καὶ ἐξήλυξαν ὄλεθρον.
- χείματι δʼ οὔποτε φασὶν ἐπιστείχειν ἁλὸς ὕδωρ
- πουλύποδας· ζαμενεῖς γὰρ ὑποτρομέουσιν ἀέλλας·
- ἀλλʼ οἵ γε γλαφυρῇσιν ἐνιζόμενοι θαλάμῃσι
- πτήξαντες δαίνυνται ἑοὺς πόδας, ἠΰτε σάρκας
- ἀλλοτρίας· οἱ δʼ αὖτις ἑοὺς κορέσαντες ἄνακτας
- φύονται· τόδε πού σφι Ποσειδάων ἐπένευσε.
- τοῖον καὶ βλοσυρῇσιν ἀειμάργοισι νόημα
- ἄρκτοις· χειμερίην γὰρ ἀλυσκάζουσαι ὁμοκλήν,
- δῦσαι φωλειοῖο μυχὸν κατὰ πετρήεντα
- ὃν πόδα λιχμάζουσιν, ἐδητύος ἔργον ἄπαστον,
- μαιόμεναι δαίτην ἀνεμώλιον, οὐδʼ ἐθέλουσι
- προβλώσκειν, εὐκραὲς ἕως ἔαρ ἡβήσειεν.
- ἔξοχα δʼ ἀλλήλοισιν ἀνάρσιον ἔχθος ἔχουσι
- κάραβος ἀϊκτὴρ μύραινά τε πουλύποδές τε,
- ἀλλήλους δʼ ὀλέκουσιν ἀμοιβαίοισι φόνοισιν.
- αἰεὶ δʼ ἰχθυόεσσα μετὰ σφίσιν ἵστατʼ ἐνυὼ
- καὶ μόθος, ἄλλου δʼ ἄλλος ἑὴν ἐνεπλήσατο νηδύν.
- ἡ μὲν ὑπὲκ πέτρης ἁλιμυρέος ὁρμηθεῖσα
- φοιταλέη μύραινα διέσσυται οἴδματα πόντου,
- φορβὴν μαιομένη, τάχα δʼ εἴσιδε πούλυπον ἀκτῆς
- ἄκρα διερπύζοντα καὶ ἀσπασίην ἐπί θήρην
- ἔσσυτο γηθομένη· τὸν δʼ οὐ λάθεν ἐγγὺς ἐοῦσα·
- ἀλλʼ ἤτοι πρῶτον μὲν ἀτυζόμενος δεδόνηται
- ἐς φόβον, οὐδʼ ἄρα μῆχος ἔχει μύραιναν ἀλύξαι
- ἕρπων νηχομένην τε καὶ ἄσχετα μαιμώωσαν.
- αἶψα δέ μιν κατέμαρψε γένυν τʼ ἐνέρεισε δαφοινήν·
- πούλυπος αὖτʼ ἀέκων ὀλοῆς ὑπὸ μάρνατʼ ἀνάγκης,
- ἀμφὶ δέ οἱ μελέεσσιν ἑλίσσεται, ἄλλοτε ἄλλας
- παντοίας στροφάλιγγας ὑπὸ σκολιοῖσιν ἱμᾶσι
- τεχνάζων, εἴ πώς μιν ἐρητύσειε βρόχοισιν
- ἀμφιβαλών· ἀλλʼ οὔτι κακῶν ἄκος οὔτʼ ἀλεωρή·
- ῥεῖα γὰρ ἀμφιπεσόντος ὀλισθηροῖς μελέεσσιν
- ὀτραλέη μύραινα διαρρέει οἷάπερ ὕδωρ·
- αὐτὰρ ὅ γʼ ἄλλοτε νῶτα παναίολα, ἄλλοτε δειρὴν
- οὐρήν τʼ ἀκροτάτην περιβάλλεται, ἄλλοτε δʼ αὖτε
- ἐμπίπτει στόματός τε πύλαις γενύων τε μυχοῖσιν.
- ὡς δὲ παλαισμοσύνης γυιαλκέος ἴδμονες ἄνδρες
- δηρὸν ἐπʼ ἀλλήλοισιν ἑὴν ἀναφαίνετον ἀλκήν,
- ἤδη δʼ ἐκ μελέων λιαρὸς καὶ ἀθέσφατος ἱδρὼς
- χεύεται ἀμφοτέροισι· τὰ δʼ αἰόλα κέρδεα τέχνης
- πλάζονται, χεῖρές τε περὶ χροῒ κυμαίνονται·
- ὣς καὶ πουλύποδος κοτυληδόνες οὐ κατὰ κόσμον
- πλαζόμεναι κενεῇσι παλαισμοσύναις μογέουσιν.
- ἡ δέ μιν ὀξυτόμοισιν ὑπὸ ῥιπῇσιν ὀδόντων
- δαρδάπτει· μελέων δὲ τὰ μὲν κατεδέξατο γαστήρ,
- ἄλλα δʼ ἔτʼ ἐν γενύεσσι θοοὶ τρίβουσιν ὀδόντες,
- ἄλλα δέ τʼ ἀσπαίρει καὶ ἑλίσσεται ἡμιδάϊκτα,
- εἰσέτι παιφάσσοντα καὶ ἐκφυγέειν ἐθέλοντα.
- ὡς δʼ ὅτʼ ἀνὰ ξυλόχους ὀφίων στίβον ἐξερεείνων
- βριθόκερως ἔλαφος ῥινήλατον ἴχνος ἀνεῦρε,
- χειὴν δʼ εἰσαφίκανε καὶ ἑρπετὸν εἴρυσεν ἔξω
- δάπτει τʼ ἐμμενέως· ὁ δʼ ἐλίσσεται ἀμφί τε γοῦνα,
- δειρήν τε στέρνον τε· τὰ δʼ ἡμίβρωτα κέχυνται
- ἅψεα, πολλὰ δʼ ὀδόντες ὑπὸ στόμα δαιτρεύουσιν·
- ὣς καὶ πουλύποδος δνοπαλίζεται αἰόλα γυῖα
- δυσμόρου· οὐδέ ἑ μῆτις ἐπιφροσύνης ἐσάωσε
- πετραίης· εἰ γάρ ποτʼ ἀλευόμενος περὶ πέτρην
- πλέξηται, χροιήν τε πανείκελον ἀμφιέσηται,
- ἀλλʼ οὐ μυραίνης ἔλαθεν κέαρ, ἀλλά ἑ μούνη
- φράζεται, ἄπρηκτον δὲ πέλει κείνοιο νόημα.
- ἔνθα μιν οἰκτείρειας ἀκοσμοτάτοιο μόροιο,
- ὡς ὁ μὲν ἐν πέτρῃσιν ὑφέξεται, ἡ δέ οἱ ἄγχι
- ἠΰτʼ ἐπεγγελόωσα παρίσταται· ὧδέ κε φαίης
- μυθεῖσθαι μύραιναν ἀπηνέα κερτομέουσαν·
- τί πτώσσεις δολομῆτα; τίνʼ ἔλπεαι ἠπεροπεύειν;
- ἦ τάχα καὶ πέτρης πειρήσομαι, ἤν σε καὶ εἴσω
- δέξηται σπιλὰς ἥδε καὶ ἠμύσασα καλύψῃ.
- αὐτίκα δʼ ἀγκύλον ἕρκος ἐνιπλήξασα λαφύσσει,
- χοιράδος αὖ ἐρύουσα περίτρομον· αὐτὰρ ὅ γʼ οὔτι,
- οὐδὲ δαϊζόμενος, λείπει πάγου οὐδʼ ἀνίησιν,
- ἀλλʼ ἔχεται πέτρης εἱλιγμένος, εἰσόκεν αὐταὶ
- λείπωνται μοῦναι κοτυληδόνες ἐμπεφυυῖαι.
- ὡς δʼ ὅτε περθομένης δηΐων ὑπὸ χερσὶ πόληος,
- ἑλκομένων παίδων τε δορυκτήτων τε γυναικῶν,
- κοῦρον ἀνὴρ δειρῇ τε καὶ ἀγκάσιν ἐμπεφυῶτα
- γειναμένης ἐρύσῃ πολέμου νόμῳ, αὐτὰρ ὁ χεῖρας
- πλέγδην οὐκ ἀνίησιν ἀπʼ αὐχένος, οὐδέ ἑ μήτηρ
- κωκυτῷ προΐησιν, ὁμοῦ δέ οἱ ἕλκεται αὐτή·
- ὣς καὶ πουλύποδος δειλὸν δέμας ἑλκομένοιο
- λισσάδι μυδαλέῃ περιφύεται, οὐδʼ ἀνίησι.
- Κάραβος αὖ μύραιναν ἀπηνέα περ μάλʼ ἐοῦσαν
- ἐσθίει, αὐτοφόνοισιν ἀγηνορίῃσι δαμεῖσαν.
- ἦ γὰρ ὁ μὲν πέτρης σχεδὸν ἵσταται, ᾗ ἔνι ναίει
- ὀτραλέη μύραινα· δύω δʼ ἀνὰ κέντρα τιτήνας
- δήϊα φυσιόων προκαλίζεται ἐς μόθον ἐλθεῖν,
- ἶσος ἀριστῆϊ προμάχῳ στρατοῦ, ὅς ῥά τε χειρῶν
- ἠνορέῃ πολέμου τε δαημοσύνῃσι πεποιθὼς
- ἔντεσι καρτύνας βριαρὸν δέμας, ὀξέα πάλλων
- ἔγχεα, δυσμενέων προκαλίζεται ὅς κʼ ἐθέλῃσιν
- ἀντιάαν· τάχα δʼ ἄλλον ἀριστήων ὀροθύνει·
- ὣς ὅ γε μυραίνης θήγει φρένας, οὐδʼ ἐπὶ μῶλον
- δηθύνει, θαλάμης δὲ διαΐξασα κελαινή,
- αὐχένα γυρώσασα, χόλῳ μέγα παιφάσσουσα
- ἀντιάᾳ· τὸν δʼ οὔτι περισπέρχουσά περ αἰνῶς
- βλάπτει τρηχὺν ἐόντα, γένυν δʼ ἀνεμώλιον αὔτως
- ἐγχρίμπτει, στερεοῖσι δʼ ἐτώσια μαίνετʼ ὀδοῦσιν·
- οἱ δὲ πάλιν γενύεσσιν ἀπηνέος ὡς ἀπὸ πέτρης
- παλλόμενοι κάμνουσι καὶ ἀμβλύνονται ἐρωῆς.
- τῆς δὲ μέγα φλεγέθει καὶ ὀρίνεται ἄγριον ἦτορ,
- εἰσόκε μιν χηλῇσιν ἐπαΐξας δολιχῇσιν
- κάραβος αὐχενίοιο λάβῃ μέσσοιο τένοντος·
- ἴσχει δʼ ἐμπεφυὼς χαλκείῃ ὥστε πυράγρῃ,
- νωλεμές, οὐδʼ ἀνίησι καὶ ἐσσυμένην περ ἀλύξαι·
- ἡ δὲ βίῃ μογέουσα καὶ ἀσχαλόωσʼ ὀδύνῃσι,
- πάντῃ δινεύει σκολιὸν δέμας, αἶψα δὲ νῶτα
- καράβου ὀξυβελῆ περιβάλλεται ἀμφιχυθεῖσα,
- ἐν δʼ ἐπάγη σκώλοισι καὶ ὀξείῃσιν ἀκωκαῖς
- ὀστράκου, ὠτειλαῖς δὲ περιπλήθουσα θαμειαῖς
- ὄλλυται αὐτοδάϊκτος, ὑπʼ ἀφραδίῃσι θανοῦσα.
- ὡς δʼ ὅτε θηροφόνων τις ἀνὴρ δεδαημένος ἔργων,
- λαῶν ἀμφιδόμοισιν ἐναγρομένων ἀγορῇσι,
- πόρδαλιν οἰστρηθεῖσαν ἐνὶ ῥοίζοισιν ἱμάσθλης
- ἐγχείῃ δέχεται ταναήκεϊ δοχμὸς ὑποστάς·
- ἡ δὲ καὶ εἰσορόωσα γένυν θηκτοῖο σιδήρου
- ἄγρια κυμαίνουσα κορύσσεται, ἐν δʼ ἄρα λαιμῷ
- ἠΰτε δουροδόκῃ χαλκήλατον ἔσπασεν αἰχμήν·
- ὣς ἄρα καὶ μύραιναν ἕλεν χόλος ἀφραδίῃσι
- δύσμορον, αὐτοτύποισιν ὑπʼ ὠτειλῇσι δαμεῖσαν.
- τοίην που τραφερῆς γαίης ἔπι δῆριν ἔθεντο
- ἄμφω ἐνὶ ξυλόχοισιν ὄφις καὶ τρηχὺς ἐχῖνος
- ἀντόμενοι· καὶ τοῖς γὰρ ἀνάρσιος αἶσα μέμηλεν.
- ἤτοι ὁ μὲν προϊδὼν ὀλοφώϊον ἑρπυστῆρα,
- φραξάμενος πυκινῇσιν ὑπὸ προβλῆσιν ἀκάνθαις
- εἱλεῖται σφαιρηδόν, ὑφʼ ἕρκεϊ γυῖα φυλάσσων,
- ἔνδοθεν ἑρπύζων· ὁ δέ οἱ σχεδὸν αὐτίκα θύνων
- πρῶτα μὲν ἰοτόκοισιν ἐπισπέρχει γενύεσσιν,
- ἀλλʼ αὔτως μογέει κενεὸν πόνον· οὐ γὰρ ἱκάνει
- χρωτὸς ἔσω μαλεροῖσι καὶ ἱέμενός περ ὀδοῦσι·
- τοίη μιν λάχνη δυσπαίπαλος ἀμφιβέβηκεν·
- αὐτὰρ ὁ κυκλοτερὴς ὁλοότροχος αἰόλα γυῖα
- δινεύων, πυκινῇσι κυλινδόμενος στροφάλιγξιν,
- ἐμπίπτει σπείρῃσι καὶ οὐτάζει βελέεσσι
- χαίτης ὀξυτόμοισιν· ὁ δʼ ἄλλοθεν εἴβεται ἄλλος
- ἰχὼρ αἱματόεις, τὸν δʼ ἕλκεα πόλλʼ ἀνιάζει.
- ἔνθα μιν ἀμφιβαλὼν περιηγέϊ πάντοθεν ὁλκῷ
- ὑγρὸς ὄφις χαλεποῖσι περιπλέγδην ὑπὸ δεσμοῖς
- ἴσχει τʼ ἐμπρίει τε χόλῳ τʼ ἐνερείδεται ἀλκήν.
- τοῦ δʼ εἴσω τάχα πᾶσαι ὀλισθαίνουσιν ἄκανθαι
- ὀξέα πεφρικυῖαι· ὁ δʼ ἐν σκολόπεσσι πεπηγὼς
- οὔτε βίην ἀνίησι καὶ οὐκ ἐθέλων πεπέδηται,
- ἀλλὰ μένει γόμφοισιν ἅτε κρατεροῖσιν ἀρηρώς,
- ὄφρα θάνῃ, σὺν δʼ αὐτὸν ἀπέφθισε θῆρα πιέζων
- πολλάκις, ἀλλήλοις δὲ μόρος καὶ πῆμα γένοντο·
- πολλάκι δʼ ἐξήλυξε καὶ ἔκφυγε δεινὸς ἐχῖνος,
- ἐκδὺς ἑρπυστῆρος ἀλυκτοπέδης τε κελαινῆς,
- εἰσέτι τεθνηῶτος ἔχων περὶ σάρκας ἀκάνθαις.
- τοίη καὶ μύραινα κακόφρονι δάμναται ἄτῃ,
- καράβῳ ἁρπαλέη τε καὶ εὐάντητος ἐδωδή.
- Κάραβον αὖ καὶ τρηχὺν ὁμῶς καὶ κραιπνὸν ἐόντα
- δαίνυτʼ ἀφαυρότερός περ ἐὼν καὶ νωθρὸς ἐρωὴν
- πούλυπος· ἡνίκα γάρ μιν ὑπὸ σπιλάδεσσι νοήσῃ
- αὔτως ἀτρεμέοντα καὶ ἥμενον, αὐτὰρ ὁ λάθρη
- νῶτον ἐπαΐξας περιβάλλεται αἰόλα δεσμά,
- ἰφθίμων δολιχῇσι ποδῶν σειρῇσι πιέζων,
- σὺν δὲ οἱ ἀκραίῃς κοτυληδόσι θερμὸν ἐρείδει
- αὐλὸν ἐπισφίγγων στόματος μέσον, οὐδ̔ ἀνίησι
- πνοιὴν ἠερίην οὔτʼ ἔνδοθεν οὔθʼ ἑτέρωθεν·
- καὶ γὰρ καὶ νεπόδεσσι παλίρροος ἕλκεται ἀήρ·
- ἀλλʼ ἔχει ἀμφιπεσών· ὁ δὲ νήχεται, ἄλλοτε μίμνει,
- ἄλλοτε δʼ ἀσπαίρει, ποτὲ δὲ προβλῆσιν ὑπʼ ἄκραις
- ῥήγνυται· αὐτὰρ ὅ γʼ οὔτι βίης μεθίησιν ἄεθλον,
- ὄφρα ἑ τεθνηῶτα λίπῃ ψυχή τε καὶ ἀλκή.
- δὴ τότε μιν προπεσόντα παρήμενος ἐν ψαμάθοισι
- δαίνυται, ἠΰτε κοῦρος ὑπὲκ μαζοῖο τιθήνης
- χείλεσιν αὖ ἐρύει λαρὸν γλάγος· ὣς ὅ γε σάρκας
- λάπτων ὀξυπόροιο κατέσπασεν ἄγγεος ἔξω
- μυζήσας, γλυκερῆς δὲ βορῆς ἐνεπλήσατο νηδύν.
- ὡς δέ τις ἡμερόκοιτος ἀνὴρ ληΐστορι τέχνῃ
- ὁρμαίνων ἀΐδηλα, δίκης σέβας οὔποτʼ ἀέξων,
- ἑσπέριος στεινῇσι καταπτήξας ἐν ἀγυιαῖς,
- ἄνδρα παραστείχοντα μετʼ εἰλαπίνην ἐλόχησε·
- καί ῥʼ ὁ μὲν οἰνοβαρὴς ἕρπει πάρος, ὑγρὸν ἀείδων,
- οὐ μάλα νηφάλιον κλάζων μέλος· αὐτὰρ ὁ λάθρη
- ἐξόπιθε προὔτυψε καὶ αὐχένα χερσὶ δαφοιναῖς
- εἷλεν ἐπιβρίσας, κλῖνέν τέ μιν ἄγριον ὕπνον
- οὐ τηλοῦ θανάτοιο καὶ εἵματα πάντʼ ἐναρίξας
- ᾤχετο, δυσκερδῆ τε φέρων καὶ ἀνέστιον ἄγρην·
- τοιάδε καὶ πινυτοῖσι νοήματα πουλυπόδεσσιν.
- οἵδε μὲν ἀντίβιοι καὶ ἀνάρσιοι ἔξοχʼ ἔασιν
- εἰναλίων· μοῦνοι δὲ μετʼ ἰχθύσιν αἰολοφύλοις
- ποινητῆρες ἔασι καὶ ἀλλήλων ὀλετῆρες.
- ἄλλοι δʼ ἰοφόροι νεπόδων, στομάτεσσι δʼ ἀεικὴς
- ἰὸς ἐνιτρέφεται στυγερός τʼ ἐπὶ δήγμασιν ἕρπει.
- τοῖον καὶ σκολόπενδρα, δυσώνυμον ἑρπετὸν ἅλμης,
- ἶσον ἐπιχθονίῳ δέμας ἑρπετῷ· ἀλλὰ τό γʼ ἄτην
- κύντερον· εἰ γάρ οἱ τις ἐπιψαύσειε πελάσσας,
- αὐτίκα οἱ κνῆστις μὲν ἐπὶ χροῒ θερμὸν ἔρευθος
- φοινίσσει, σμώδιξ δὲ διατρέχει ἠΰτε ποίης,
- τὴν κνίδα κικλήσκουσιν, ἐπωνυμίην ὀδυνάων.
- ἐχθρὴ δὲ σκολόπενδρα πανέξοχον ἀσπαλιεῦσι
- ἐμπελάαν· εἰ γάρ ποτʼ ἐπιψαύσειε δελέτρου,
- οὐκ ἄν τις νεπόδων κείνου πέλας ἀγκίστροιο
- ἔλθοι· τοῖον γάρ οἱ ἀπεχθέα μίσγεται ἰόν.
- τοίη καὶ βαλιῇσιν ἰουλίσι τέτροφεν ἄτη
- ἂν στόμα· τὰς δὲ μάλιστα βυθῶν διφήτορες ἄνδρες
- δύπται σπογγοτόμοι τε δυηπαθέες στυγέουσιν·
- εὖτε γὰρ ἀθρήσωσιν ἐρευνητῆρα θαλάσσης
- σπερχόμενον ποτὶ βυσσὸν ὑποβρυχίοισι πόνοισιν,
- αἵ δʼ ἀπὸ πετράων μάλα μυρίαι ὁρμηθεῖσαι
- ἄνδρα περιπροθέουσι καὶ ἀθρόαι ἀμφιχέονται
- καί μιν ὁδοῦ βλάπτουσι πονεύμενον, ἄλλοθεν ἄλλαι
- κνίζουσαι στομάτεσσιν ἀναιδέσιν· αὐτὰρ ὁ κάμνει
- ὕδατι καὶ στυγερῇσιν ἰουλίσιν ἀντιβολήσας,
- χερσὶ δʼ, ὅσον σθένος ἐστίν, ἐπειγομένοις τε πόδεσσι
- σεύει ἀμυνόμενος διερὸν στρατόν· αἱ δʼ ἐφέπονται
- ἀστεμφεῖς, μυίαις ἐναλίγκιοι, αἵ ῥά τ’ ἐπʼ ἔργοις
- ἀνέρας ἀμητῆρας ὀπωρινὸν μογέοντας
- πάντοσʼ ἀνιηραὶ θέρεος στίχες ἀμφιπέτονται.
- οἱ δʼ ἅμα μὲν καμάτῳ τε καὶ ἀκρήτοισι βολῇσιν
- ἠέρος ἱδρώουσιν, ἀνιάζουσί τε μυίαις
- ἐκπάγλως· αἱ δʼ οὐδὲν ἀναιδείης χαλόωσι,
- πρὶν θανέειν ἢ ξουθὸν ἀπʼ ἀνέρος αἷμα πάσασθαι.
- τόσσος ἔρως καὶ τοῖσιν ἐν ἰχθύσιν αἵματος ἀνδρῶν.
- οὐ μὴν θὴν ἀβληχρὸν ἔχει δάκος εὖτε χαράξῃ
- πούλυπος ἑρπυστὴρ ἢ σηπίη, ἀλλὰ καὶ αὐτοῖς
- ἐντρέφεται βαιὸς μὲν ἀτὰρ βλαπτήριος ἰχώρ.
- κέντρα δὲ πευκήεντα μετʼ ἰχθύσιν ὡπλίσσαντο
- κωβιός, ὃς ψαμάθοισι, καὶ ὃς πέτρῃσι γέγηθε
- σκορπίος, ὠκεῖαί τε χελιδόνες ἠδὲ δράκοντες
- καὶ κύνες οἳ κέντροισιν ἐπώνυμοι ἀργαλέοισι,
- πάντες ἀταρτηροῖς ὑπὸ νύγμασιν ἰὸν ἱέντες.
- Τρυγόνι δὲ ξιφίῃ τε θεὸς κρατερώτατα δῶρα
- γυίοις ἐγκατέθηκεν, ὑπέρβιον ὅπλον ἑκάστῳ
- καρτύνας· καὶ τῷ μὲν ὑπὲρ γένυν ἐστήριξεν
- ὄρθιον, αὐτόρριζον, ἀκάχμενον, οὔτι σιδήρου
- φάσγανον, ἀλλʼ ἀδάμαντος ἰσόσθενες ὄβριμον ἆορ.
- οὐ κείνου κρυόεσσαν ἐπιβρίσαντος ἀκωκὴν
- οὐδὲ μάλα στερεὴ τλαίη λίθος οὐτηθεῖσα·
- τοίη οἱ ζαμενής τε πέλει πυρόεσσά τʼ ἐρωή.
- Τρυγόνι δʼ ἐκ νεάτης ἀνατέλλεται ἄγριον οὐρῆς
- κέντρον ὁμοῦ χαλεπόν τε βίῃ καὶ ὀλέθριον ἰῷ.
- οὐδέ κεν οὐ ξιφίαι, οὐ τρυγόνες ἐν γενύεσσι
- φορβὴν πρόσθε πάσαιντο, πάρος βελέεσσι δαφοινοῖς
- οὐτῆσαι ζωόν τε καὶ ἄπνοον ὅττι παρείη.
- ἀλλʼ ἤτοι ξιφίην μὲν ἐπὴν προλίπῃσιν ἀϋτμή,
- αὐτίκα οἱ κἀκεῖνο συνέφθιτο καρτερὸν ἆορ,
- αὐτῷ δʼ ὅπλον ἄνακτι συνέσβετο, καδδὲ λέλειπται
- ὀστέον οὐδενόσωρον, ἀμήχανον ὅσσον ἰδέσθαι
- φάσγανον· οὐδέ κεν ἄν τι καὶ ἱέμενος τελέσειας.
- τρυγονίου δʼ οὔπω τι κακώτερον ἔπλετο πῆμα
- τρώματος, οὐδʼ ὅσα χεῖρες ἀπήϊα τεχνήσαντο
- χαλκήων, οὐδʼ ὅσσα φερεπτερύγων ἐπʼ ὀϊστῶν
- Πέρσαι φαρμακτῆρες ὀλέθρια μητίσαντο·
- τρυγόνι γὰρ ζωῇ τε βέλος ῥίγιστον ὀπηδεῖ
- ζαφλεγές, οἷόν πού τις ἀνὴρ πέφρικεν ἀκούων,
- ζώει τε φθιμένης καὶ ἀτειρέα ῥύεται ἀλκὴν
- ἄτροπον· οὐδʼ ἄρα μοῦνον ἐνὶ ζῴοις ἀΐδηλον
- ἄτην, ὅσσα βάλῃσιν, ἐρεύγεται, ἀλλὰ καὶ ἔρνος
- καὶ πέτρην ἐκάκωσε, καὶ εἴ ποθι κεῖνο πελάσσῃ.
- εἰ γάρ τίς κʼ ἐριθηλὲς ἀεξόμενον φυτὸν ὥραις,
- θαλλοῖς τʼ εὐφυέεσσι καὶ εὐκάρποισι γονῇσι,
- νέρθεν ὑπὸ ῥίζῃσιν ἀναιδέϊ τύμματι κείνῳ
- οὐτήσῃ, τόδʼ ἔπειτα κακῇ βεβολημένον ἄτῃ
- λήγει μὲν πετάλων, κατὰ δὲ ῥέει ἠΰτε νούσῳ·
- πρῶτον ἀπʼ ἀγλαΐης δὲ μαραίνεται, οὐδέ τι τηλοῦ
- αὖόν τʼ οὐτιδανόν τε καὶ ἄχλοον ὄψεαι ἔρνος.
- κεῖνό ποτʼ αἰγανέῃ δολιχήρεϊ κωπηέσσῃ
- Κίρκη Τηλεγόνῳ πολυφάρμακος ὤπασε μήτηρ,
- αἰχμάζειν δηΐοις ἅλιον μόρον· αὐτὰρ ὁ νήσῳ
- αἰγιβότῳ προσέκελσε, καὶ οὐ μάθε πώεα πέρθων
- πατρὸς ἑοῦ, γεραρῷ δὲ βοηδρομέοντι τοκῆϊ
- αὐτῷ, τὸν μάστευε, κακὴν ἐνεμάξατο κῆρα.
- ἔνθα τὸν αἰολόμητιν Ὀδυσσέα, μυρία πόντου
- ἄλγεα μετρήσαντα πολυκμήτοισιν ἀέθλοις,
- τρυγὼν ἀλγινόεσσα μιῇ κατενήρατο ῥιπῇ.
- Θύννῳ δὲ ξιφίῃ τε συνέμπορον αἰὲν ὀπηδεῖ
- πῆμα· τὸ δʼ οὔποτʼ ἔχουσιν ἀπότροπον οὔτε μεθέσθαι
- οὔτε φυγεῖν, πτερύγεσσιν ἐνήμενον ἄγριον οἶστρον,
- ὅς σφισι, καυστηροῖο κυνὸς νέον ἱσταμένοιο,
- κέντρου πευκεδανοῖο θοὴν ἐνερείδεται ἀλκήν,
- ὀξὺ μάλʼ ἐγχρίμπτων, χαλεπὴν δʼ ἐπὶ λύσσαν ὀρίνει,
- θωρήξας ὀδύνῃσιν· ἐπισπέρχει δʼ ἀέκοντας
- φοιταλέῃ μάστιγι χορευέμεν· οἱ δὲ κελαινῷ
- τύμματι παιφάσσουσι μεμηνότες, ἄλλοτε δʼ ἄλλῃ
- κῦμα καθιππεύουσιν, ἀνήνυτον ἄλγος ἔχοντες.
- πολλάκι καὶ νήεσσιν ἐϋκραίροις ἐνόρουσαν
- ῥιπῇ ἐλαυνόμενοι δυσκραέϊ· πολλάκι δʼ ἅλμης
- ἔκθορον ἐς γαῖάν τε κατέδραμον ἀσπαίροντες
- καὶ μόρον ἠμείψαντο πολυκμήτων ὀδυνάων·
- τοῖον γὰρ δάκος αἰνὸν ἐπιρρέπει οὐδʼ ἀνίησι.
- καὶ γάρ τοι καὶ βουσὶν ἀνάρσιος εὖτε πελάσσῃ
- οἶστρος, ἐνιχρίμψῃ δὲ βέλος λαγόνεσσιν ἀραιαῖς,
- οὔτε τι βουφόρβων μέλεται σέβας οὔτε νομοῖο,
- οὔτʼ ἀγέλης ποίην δὲ καὶ αὔλια πάντα λιπόντες
- σεύονται λύσσῃ τεθοωμένοι· οὐδέ τις αὐτοῖς
- οὐ ποταμῶν, οὐ πόντος ἀνέμβατος, οὐδὲ χαράδραι
- ῥωγάδες, οὐ πέτρη τις ἀφοίτητος κατερύκει
- ῥιπὴν ταυρείην, ὅτʼ ἐπιζέσῃ ὀξὺ κελεύων
- βουτύπος, ὀτρηρῇσιν ἐπισπέρχων ὀδύνῃσι·
- πάντῃ δὲ βρυχή, πάντῃ δέ οἱ ἅλματα χηλῆς
- εἱλεῖται· τοίη μιν ἄγει δριμεῖα θύελλα.
- καὶ τὸ μὲν ἰχθύσιν ἄλγος ὁμοίϊον ἠδὲ βόεσσι.
- δελφῖνες δʼ ἀγέλῃσιν ἁλὸς μέγα κοιρανέουσιν,
- ἔξοχον ἠνορέῃ τε καὶ ἀγλαϊῃ κομόωντες
- ῥιπῇ τʼ ὠκυάλῳ· διὰ γὰρ βέλος ὥστε θάλασσαν
- ἵπτανται· φλογόεν δὲ σέλας πέμπουσιν ὀπωπαῖς
- ὀξύτατον· καί πού τινʼ ὑποπτήσσοντα χαράδραις
- καί τινʼ ὑπὸ ψαμάθοις εἰλυμένον ἔδρακον ἰχθύν.
- ὅσσον γὰρ κούφοισι μετʼ οἰωνοῖσιν ἄνακτες
- αἰετοὶ ἢ θήρεσσι μετʼ ὠμηστῇσι λέοντες,
- ὅσσον ἀριστεύουσιν ἐν ἑρπυστῆρσι δράκοντες,
- τόσσον καὶ δελφῖνες ἐν ἰχθύσιν ἡγεμονῆες.
- τοῖς δʼ οὔτʼ ἐρχομένοις πελάσαι σχεδὸν οὔτε τις ἄντην
- ὄσσε βαλεῖν τέτληκεν, ὑποπτώσσουσι δʼ ἄνακτος
- τηλόθεν ἅλματα δεινὰ καὶ ἄσθματα φυσιόωντος.
- οἱ δʼ ὁπότʼ ἰθύσωσι λιλαιόμενοι μετὰ φορβήν,
- πάντʼ ἄμυδις κλονέουσιν ἀθέσφατα πώεα λίμνης,
- παμφύγδην ἐλόωντες· ἐνέπλησαν δὲ φόβοιο
- πάντα πόρον· σκιεροὶ δὲ μυχοὶ χθαμαλαί τε χαράδραι
- στείνονται λιμένες τε καὶ ἠϊόνων ἐπιωγαὶ
- πάντοθεν εἰλομένων· ὁ δὲ δαίνυται ὅν κʼ ἐθέλῃσι,
- κρινάμενος τὸν ἄριστον ἀπειρεσίων παρεόντων.
- ἀλλʼ ἔμπης καὶ τοῖσιν ἀνάρσιοι ἀντιφέρονται
- ἰχθύες, οὓς ἀμίας κικλήσκομεν· οὐδʼ ἀλέγουσι
- δελφίνων, μοῦναι δὲ κατʼ ἀντία δηριόωνται.
- ταῖς μὲν ἀφαυρότερον θύννων δέμας, ἀμφὶ δὲ σάρκες
- ἀβληχραί, θαμέες δὲ διὰ στόμα λάβρον ὀδόντες
- ὀξέα πεφρίκασι· τὸ καὶ μέγα θάρσος ἔχουσιν,
- οὐδὲ καταπτώσσουσιν ὑπέρβιον ἡγητῆρα.
- εὖτε γὰρ ἀθρήσωσιν ἀπόσσυτον οἶον ἀπʼ ἄλλων
- δελφίνων ἀγέλης, οἱ δʼ ἀθρόαι ἄλλοθεν ἄλλαι,
- ἠΰθʼ ὑπʼ ἀγγελίης στρατὸς ἄσπετος, εἰς ἕνʼ ἰοῦσαι
- στέλλονται ποτὶ μῶλον ἀθαμβέες, ὥστʼ ἐπὶ πύργον
- δυσμενέων θύνοντες ἀρήϊοι ἀσπιστῆρες.
- δελφὶς δʼ ἠϋγένειος ὑπαντιόωντος ὁμίλου
- πρῶτα μὲν οὐκ ἀλέγει, μετὰ δʼ ἔσσυται, ἄλλοτε ἄλλην
- ἁρπάγδην ἐρύων, μενοεικέα δαῖτα κιχήσας.
- ἀλλʼ ὅτε μιν πολέμοιο περιστέψωσι φάλαγγες
- πάντοθεν, ἀμφὶ δέ μιν στῖφος μέγα κυκλώσωνται,
- δὴ τότε οἱ καὶ μόχθος ὑπὸ φρένα δύεται ἤδη·
- ἔγνω δʼ αἰπὺν ὄλεθρον ἀπειρεσίοις ἔνι μοῦνος
- ἑρχθεὶς δυσμενέεσσι· πόνος δʼ ἀναφαίνεται ἀλκῆς.
- αἱ μὲν γὰρ λυσσηδὸν ἀολλέες ἀμφιχυθεῖσαι
- δελφῖνος μελέεσσι βίην ἐνέρεισαν ὀδόντων·
- πάντῃ δὲ πρίουσι καὶ ἄτροποι ἐμπεφύασι,
- πολλαὶ μὲν κεφαλῆς δεδραγμέναι, αἱ δὲ γενείων
- γλαυκῶν, αἱ δʼ αὐτῇσιν ἐνὶ πτερύγεσσιν ἔχονται,
- πολλαὶ δʼ ἐν λαγόνεσσι γένυν πήξαντο δαφοινήν,
- ἄλλαι δʼ ἀκροτάτην οὐρὴν ἕλον, αἱ δʼ ὑπένερθε
- νηδύν, αἱ δʼ ἄρʼ ὕπερθεν ὑπὲρ νώτοιο νέμονται,
- ἄλλαι δʼ ἐκ λοφιῆς, αἱ δʼ αὐχένος ᾐώρηνται.
- αὐτὰρ ὁ παντοίοισι περιπληθὴς καμάτοισι
- πόντον ἐπαιγίζει, σφακέλῳ δέ οἱ ἔνδον ὀρεχθεῖ
- μαινομένη κραδίη, φλεγέθει δέ οἱ ἦτορ ἀνίῃ,
- πάντῃ δὲ θρώσκει καὶ ἑλίσσεται ἄκριτα θύων,
- παφλάζων ὀδύνῃσι· κυβιστητῆρι δʼ ἐοικὼς
- ἄλλοτε μὲν βαθὺ κῦμα διατρέχει ἠΰτε λαίλαψ,
- ἄλλοτε δʼ ἐς νεάτην φέρεται βρύχα, πολλάκι δʼ ἅλμης
- ἀφρὸν ὑπερθρώσκων ἀναπάλλεται, εἴ ἑ μεθείη
- ἐσμὸς ὑπερφιάλων νεπόδων θρασύς· αἱ δʼ ἀλίαστοι
- οὔτι βίης μεθιᾶσιν, ὁμῶς δέ οἱ ἐμπεφύασι,
- καί οἱ δυομένῳ τε μίαν δύνουσι κέλευθον,
- αὖτις δʼ ἀνθρώσκοντι σὺν ἔξαλοι ἀΐσσουσιν
- ἑλκόμεναι· φαίης κε νέον τέρας Ἐννοσιγαίῳ
- τίκτεσθαι δελφῖσι μεμιγμένον ἠδʼ ἀμίῃσιν·
- ὧδε γὰρ ἀργαλέῃ ξυνοχῇ πεπέδηται ὀδόντων.
- ὡς δʼ ὅταν ἰητὴρ πολυμήχανος, ἕλκος ἀφύσσων
- οἰδαλέον, τῷ πολλὸν ἀνάρσιον ἔνδοθεν αἷμα
- ἐντρέφεται, διεράς τε γονάς, κυανόχροα λίμνης
- ἑρπετά, τειρομένοιο κατὰ χροὸς ἐστήριξε,
- δαίνυσθαι μέλαν αἷμα· τὰ δʼ αὐτίκα γυρωθέντα
- κυρτοῦται καὶ λύθρον ἐφέλκεται οὐδʼ ἀνίησιν,
- εἰσόκεν αἱμοβαρῆ ζωρὸν πότον αὖ ἐρύσαντα
- ἐκ χροὸς αὐτοκύλιστα πέσῃ μεθύουσιν ὁμοῖα·
- ὣς ἀμίαις οὐ πρόσθε χαλᾷ μένος, εἰσόκε σάρκα
- κείνην, ἥν ποτʼ ἔμαρψαν, ὑπὸ στόμα δαιτρεύσωνται.
- ἀλλʼ ὅτε μιν προλίπωσιν, ἀναπνεύσῃ δὲ πόνοιο
- δελφίς, δὴ τότε λύσσαν ἐσόψεαι ἡγητῆρος
- χωομένου· κρυερὴ δʼ ἀμίαις ἀναφαίνεται ἄτη.
- αἱ μὲν γὰρ φεύγουσιν, ὁ δʼ ἐξόπιθεν κεραΐζων,
- εἰδόμενος πρηστῆρι δυσηχέϊ, πάντʼ ἀμαθύνει,
- δάπτων ἐμμενέως, κατὰ δʼ αἵματι πόντον ἐρεύθει
- αἰχμάζων γενύεσσι, παθὼν δʼ ἀπετίσατο λώβην.
- ὧδε καὶ ἐν ξυλόχοισιν ἔχει φάτις ἀγρευτήρων
- θῶας ὑπερφιάλους ἔλαφον πέρι ποιπνύεσθαι
- ἀγρομένους· οἱ μὲν γὰρ ἐπαΐγδην γενύεσσι
- σάρκας ἀφαρπάζουσι καὶ ἀρτιχύτοιο φόνοιο
- θερμὸν ἔαρ λάπτουσιν· ὁ δʼ αἱμάσσων ὀδύνῃσι,
- βεβρυχὼς ὀλοῇσι περίπλεος ὠτειλῇσιν,
- ἄλλοτʼ ἐπʼ ἀλλοίων ὀρέων διαπάλλεται ἄκρας·
- οἱ δέ μιν οὐ λείπουσιν, ἀεὶ δέ οἱ ἐγγὺς ἕπονται
- ὠμησταί, ζωὸν δὲ διαρταμέοντες ὀδοῦσι
- ῥινὸν ἀποσχίζουσι, πάρος θανάτοιο κυρῆσαι,
- δαῖτα κελαινοτάτην τε καὶ ἀλγίστην πονέοντες.
- ἀλλʼ ἤ τοι θῶες μὲν ἀναιδέες οὔτινʼ ἔτισαν
- ποινήν, ἐκ δʼ ἐγέλασσαν ἐπὶ φθιμένοις ἐλάφοισιν,
- θαρσαλέαι δʼ ἀμίαι τάχα κύντερα δηρίσαντο.
- δελφίνων κἀκεῖνο πανέξοχον ἔργον ἀκούων
- ἠγασάμην· τοῖς εὖτʼ ἂν ὀλέθριος ἐγγὺς ἵκηται
- νοῦσος ἀταρτηρή, τοὺς δʼ οὐ λάθεν, ἀλλʼ ἐδάησαν
- τέρμα βίου· πέλαγος δὲ καὶ εὐρέα βένθεα λίμνης
- φεύγοντες κούφοισιν ἐπʼ αἰγιαλοῖσιν ἔκελσαν·
- ἔνθα δʼ ἀποπνείουσι καὶ ἐν χθονὶ μοῖραν ἕλοντο,
- ὄφρα τις ἢ μερόπων ἱερὸν τρόχιν Ἐννοσιγαίου
- κείμενον αἰδέσσαιτο χυτῇ τʼ ἐπὶ θινὶ καλύψαι,
- μνησάμενος φιλότητος ἐνηέος, ἠὲ καὶ αὐτὴ
- βρασσομένη ψαμάθοισι δέμας κρύψειε θάλασσα,
- μηδέ τις εἰναλίων ἐσίδοι νέκυν ἡγητῆρα,
- μηδέ τις οἰχομένῳ περ ἐνὶ χροΐ λωβήσαιτο
- δυσμενέων· ἀρετὴ δὲ καὶ ὀλλυμένοισιν ὀπηδεῖ
- καὶ κράτος, οὐδʼ ᾔσχυναν ἑὸν κλέος οὐδὲ θανόντες.
- Κεστρέα δʼ ἐν πάντεσσιν ἁλὸς νεπόδεσσιν ἀκούω
- φέρβειν πρηΰτατόν τε δικαιότατόν τε νόημα·
- μοῦνοι γὰρ κεστρῆες ἐνηέες, οὔθʼ ὁμόφυλον
- οὔτέ τινʼ ἀλλοίης γενεῆς ἄπο πημαίνουσιν·
- οὐδέ ποτε ψαύουσιν ὑπὸ στόμα σαρκὸς ἐδωδῆς,
- οὐδέ φόνου λάπτουσιν, ἀπημοσύνῃ δὲ νέμονται,
- αἵματος ἄχραντοι καὶ ἀκηδέες, ἁγνὰ γένεθλα·
- φέρβονται δʼ ἢ χλωρὸν ἁλὸς μνίον ἠὲ καὶ αὐτὴν
- ἰλύν, ἀλλήλων τε δέμας περιλιχμάζουσι.
- τοὔνεκα καί τινʼ ἔχουσι μετʼ ἰχθύσι τίμιον αἰδῶ·
- οὐ γάρ τις κείνων νεαρὸν τόκον οἷα καὶ ἄλλων
- σίνεται, ὠμοφάγων δὲ βίην ἀπέχουσιν ὀδόντων.
- ὣς αἰεὶ μετὰ πᾶσι Δίκης πρεσβήϊα κεῖται
- αἰδοίης, πάντῃ δὲ γεράσμιον ἤρατο τιμήν.
- οἱ δʼ ἄλλοι μάλα πάντες ὀλέθριοι ἀλλήλοισιν
- ἔρχονται· τὸ καὶ οὔποτʼ ἐσόψεαι ὑπνώοντας
- ἔλλοπας, ἀλλʼ ἄρα τοῖσι καὶ ὄμματα καὶ νόος αἰὲν
- ἐγρήσσει πανάϋπνος· ἐπεὶ τρομέουσι μὲν αἰεὶ
- φέρτερον ἀντιόωντα, χερειότερον δʼ ὀλέκουσι.
- μοῦνον δʼ οὔποτε φασὶν ἀνὰ κνέφας ἀσπαλιῆες
- εἰς ἄγρην πεσέειν ἁπαλὸν σκάρον, ἀλλά που ὕπνον
- ἐννύχιον κοίλοισιν ὑπὸ κευθμῶσιν ἰαύειν.
- οὐ μέντοι τό γε θαῦμα Δίκην ἀπάτερθε θαλάσσης
- ναιετάειν· οὐ γάρ τι πάλαι πρέσβειρα θεάων
- οὐδὲ μετὰ θνητοῖσιν ἔχε θρόνον, ἀλλὰ κυδοιμοὶ
- δυσκέλαδοι καὶ θοῦρος Ἄρευς φθισήνορος ἄτη
- μαῖά τʼ ἐρικλαύστων πολέμων Ἔρις ἀλγεσίδωρος
- ἔφλεγον ἡμερίων δειλὸν γένος· οὐδέ τι θηρῶν
- κεκριμένοι πολέες μερόπων ἔσαν, ἀλλὰ λεόντων
- αἰνότεροι πύργους τʼ εὐτείχεας ἠδὲ μέλαθρα
- νηούς τʼ ἀθανάτων εὐώδεας αἵματι φωτῶν
- καπνῷ τʼ αἰθαλόεντι κατείνυον Ἡφαίστοιο,
- εἰσόκε ῥαιομένην γενεὴν ᾤκτειρε Κρονίων,
- ὑμῖν δʼ Αἰνεάδῃσιν ἐπέραπε γαῖαν ἀνάψας.
- ἀλλʼ ἔτι καὶ προτέροισιν ἐν Αὐσονίων βασιλεῦσι
- θῦνεν Ἄρης, Κελτούς τε καὶ αὐχήεντας Ἴβηρας
- θωρήσσων Λιβύης τε πολύν πόρον ἔργα τε Ῥήνου
- Ἴστρον τʼ Εὐφρήτην τε· τί μοι τάδε δούρατος ἔργα
- μεμνῆσθαι; νῦν γάρ σε, Δίκη θρέπτειρα πολήων,
- γινώσκω μερόπεσσι συνέστιον ἠδὲ σύνοικον,
- ἐξ οὗ μοι κραίνουσι μέγαν θρόνον ἐμβεβαῶτες
- ἄμφω θεσπέσιός τε πατὴρ καὶ φαίδιμος ὄρπηξ·
- ἐκ τῶν μοι γλυκύς ὅρμος ἀνακτορίης πεπέτασται.
- τούς μοι καὶ ῥύοισθε καὶ ἔμπεδον ἰθύνοιτε
- πολλαῖς ἐν δεκάδεσσιν ἑλισσομένων ἐνιαυτῶν,
- Ζεῦ τε καὶ Οὐρανίδαι, Ζηνὸς χορός, εἴ τις ἀμοιβὴ
- εὐσεβίης· σκήπτρῳ δὲ τελεσφόρον ὄλβον ἄγοιτε.