Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. μοῦνον δʼ οὔποτε φασὶν ἀνὰ κνέφας ἀσπαλιῆες
  2. εἰς ἄγρην πεσέειν ἁπαλὸν σκάρον, ἀλλά που ὕπνον
  3. ἐννύχιον κοίλοισιν ὑπὸ κευθμῶσιν ἰαύειν.
  4. οὐ μέντοι τό γε θαῦμα Δίκην ἀπάτερθε θαλάσσης
  5. ναιετάειν· οὐ γάρ τι πάλαι πρέσβειρα θεάων
  6. οὐδὲ μετὰ θνητοῖσιν ἔχε θρόνον, ἀλλὰ κυδοιμοὶ
  7. δυσκέλαδοι καὶ θοῦρος Ἄρευς φθισήνορος ἄτη
  8. μαῖά τʼ ἐρικλαύστων πολέμων Ἔρις ἀλγεσίδωρος
  9. ἔφλεγον ἡμερίων δειλὸν γένος· οὐδέ τι θηρῶν
  10. κεκριμένοι πολέες μερόπων ἔσαν, ἀλλὰ λεόντων
  11. αἰνότεροι πύργους τʼ εὐτείχεας ἠδὲ μέλαθρα
  12. νηούς τʼ ἀθανάτων εὐώδεας αἵματι φωτῶν
  13. καπνῷ τʼ αἰθαλόεντι κατείνυον Ἡφαίστοιο,
  14. εἰσόκε ῥαιομένην γενεὴν ᾤκτειρε Κρονίων,
  15. ὑμῖν δʼ Αἰνεάδῃσιν ἐπέραπε γαῖαν ἀνάψας.
  16. ἀλλʼ ἔτι καὶ προτέροισιν ἐν Αὐσονίων βασιλεῦσι
  17. θῦνεν Ἄρης, Κελτούς τε καὶ αὐχήεντας Ἴβηρας
  18. θωρήσσων Λιβύης τε πολύν πόρον ἔργα τε Ῥήνου
  19. Ἴστρον τʼ Εὐφρήτην τε· τί μοι τάδε δούρατος ἔργα
  20. μεμνῆσθαι; νῦν γάρ σε, Δίκη θρέπτειρα πολήων,