Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. γινώσκω μερόπεσσι συνέστιον ἠδὲ σύνοικον,
  2. ἐξ οὗ μοι κραίνουσι μέγαν θρόνον ἐμβεβαῶτες
  3. ἄμφω θεσπέσιός τε πατὴρ καὶ φαίδιμος ὄρπηξ·
  4. ἐκ τῶν μοι γλυκύς ὅρμος ἀνακτορίης πεπέτασται.
  5. τούς μοι καὶ ῥύοισθε καὶ ἔμπεδον ἰθύνοιτε
  6. πολλαῖς ἐν δεκάδεσσιν ἑλισσομένων ἐνιαυτῶν,
  7. Ζεῦ τε καὶ Οὐρανίδαι, Ζηνὸς χορός, εἴ τις ἀμοιβὴ
  8. εὐσεβίης· σκήπτρῳ δὲ τελεσφόρον ὄλβον ἄγοιτε.
  1. νῦν δʼ ἄγε μοι, σκηπτοῦχε, παναίολα δήνεα τέχνης
  2. ἰχθυβόλου φράζοιο καὶ ἀγρευτῆρας ἀέθλους,
  3. θεσμόν τʼ εἰνάλιον ξυμβάλλεο, τέρπεο δʼ οἴμῃ
  4. ἡμετέρῃ· σοῖς μὲν γὰρ ὑπὸ σκήπτροισι θάλασσα
  5. εἰλεῖται καὶ φῦλα Ποσειδάωνος ἐναύλων,
  6. ἔργα δέ τοι ξύμπαντα μετʼ ἀνδράσι πορσύνονται,
  7. σοὶ δʼ ἐμὲ τερπωλήν τε καὶ ὑμνητῆρʼ ἀνέηκαν
  8. δαίμονες ἐν Κιλίκεσσιν ὑφʼ Ἑρμαίοις ἀδύτοισι.
  9. Ἑρμεία, σὺ δέ μοι πατρώϊε, φέρτατε παίδων
  10. Αἰγιόχου, κέρδιστον ἐν ἀθανάτοισι νόημα,
  11. φαῖνέ τε καὶ σήμαινε καὶ ἄρχεο, νύσσαν ἀοιδῆς
  12. ἰθύνων· βουλὰς δὲ περισσονόων ἁλιήων