Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. καὶ κράτος, οὐδʼ ᾔσχυναν ἑὸν κλέος οὐδὲ θανόντες.
  2. Κεστρέα δʼ ἐν πάντεσσιν ἁλὸς νεπόδεσσιν ἀκούω
  3. φέρβειν πρηΰτατόν τε δικαιότατόν τε νόημα·
  4. μοῦνοι γὰρ κεστρῆες ἐνηέες, οὔθʼ ὁμόφυλον
  5. οὔτέ τινʼ ἀλλοίης γενεῆς ἄπο πημαίνουσιν·
  6. οὐδέ ποτε ψαύουσιν ὑπὸ στόμα σαρκὸς ἐδωδῆς,
  7. οὐδέ φόνου λάπτουσιν, ἀπημοσύνῃ δὲ νέμονται,
  8. αἵματος ἄχραντοι καὶ ἀκηδέες, ἁγνὰ γένεθλα·
  9. φέρβονται δʼ ἢ χλωρὸν ἁλὸς μνίον ἠὲ καὶ αὐτὴν
  10. ἰλύν, ἀλλήλων τε δέμας περιλιχμάζουσι.
  11. τοὔνεκα καί τινʼ ἔχουσι μετʼ ἰχθύσι τίμιον αἰδῶ·
  12. οὐ γάρ τις κείνων νεαρὸν τόκον οἷα καὶ ἄλλων
  13. σίνεται, ὠμοφάγων δὲ βίην ἀπέχουσιν ὀδόντων.
  14. ὣς αἰεὶ μετὰ πᾶσι Δίκης πρεσβήϊα κεῖται
  15. αἰδοίης, πάντῃ δὲ γεράσμιον ἤρατο τιμήν.
  16. οἱ δʼ ἄλλοι μάλα πάντες ὀλέθριοι ἀλλήλοισιν
  17. ἔρχονται· τὸ καὶ οὔποτʼ ἐσόψεαι ὑπνώοντας
  18. ἔλλοπας, ἀλλʼ ἄρα τοῖσι καὶ ὄμματα καὶ νόος αἰὲν
  19. ἐγρήσσει πανάϋπνος· ἐπεὶ τρομέουσι μὲν αἰεὶ
  20. φέρτερον ἀντιόωντα, χερειότερον δʼ ὀλέκουσι.