Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. οἱ δέ μιν οὐ λείπουσιν, ἀεὶ δέ οἱ ἐγγὺς ἕπονται
  2. ὠμησταί, ζωὸν δὲ διαρταμέοντες ὀδοῦσι
  3. ῥινὸν ἀποσχίζουσι, πάρος θανάτοιο κυρῆσαι,
  4. δαῖτα κελαινοτάτην τε καὶ ἀλγίστην πονέοντες.
  5. ἀλλʼ ἤ τοι θῶες μὲν ἀναιδέες οὔτινʼ ἔτισαν
  6. ποινήν, ἐκ δʼ ἐγέλασσαν ἐπὶ φθιμένοις ἐλάφοισιν,
  7. θαρσαλέαι δʼ ἀμίαι τάχα κύντερα δηρίσαντο.
  8. δελφίνων κἀκεῖνο πανέξοχον ἔργον ἀκούων
  9. ἠγασάμην· τοῖς εὖτʼ ἂν ὀλέθριος ἐγγὺς ἵκηται
  10. νοῦσος ἀταρτηρή, τοὺς δʼ οὐ λάθεν, ἀλλʼ ἐδάησαν
  11. τέρμα βίου· πέλαγος δὲ καὶ εὐρέα βένθεα λίμνης
  12. φεύγοντες κούφοισιν ἐπʼ αἰγιαλοῖσιν ἔκελσαν·
  13. ἔνθα δʼ ἀποπνείουσι καὶ ἐν χθονὶ μοῖραν ἕλοντο,
  14. ὄφρα τις ἢ μερόπων ἱερὸν τρόχιν Ἐννοσιγαίου
  15. κείμενον αἰδέσσαιτο χυτῇ τʼ ἐπὶ θινὶ καλύψαι,
  16. μνησάμενος φιλότητος ἐνηέος, ἠὲ καὶ αὐτὴ
  17. βρασσομένη ψαμάθοισι δέμας κρύψειε θάλασσα,
  18. μηδέ τις εἰναλίων ἐσίδοι νέκυν ἡγητῆρα,
  19. μηδέ τις οἰχομένῳ περ ἐνὶ χροΐ λωβήσαιτο
  20. δυσμενέων· ἀρετὴ δὲ καὶ ὀλλυμένοισιν ὀπηδεῖ