Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. εἱλεῖται πολιοῖο διʼ ὕδατος ἑρπύζουσα·
  2. ἀλλά οἱ ἐν λαγόνεσσιν ἀναλκείης δόλος ἀλκή·
  3. κερκίδες ἐμπεφύασι παρὰ πλευραῖς ἑκάτερθεν
  4. ἀμφίδυμοι· τῶν εἴ τις ἐπιψαύσειε πελάσσας,
  5. αὐτίκα οἱ μελέων σθένος ἔσβεσεν, ἐν δέ οἱ αἷμα
  6. πήγνυται, οὐδʼ ἔτι γυῖα φέρειν δύνατʼ, ἀλλά οἱ ἀλκὴ
  7. ἦκα μαραινομένοιο παρίεται ἄφρονι νάρκῃ.
  8. ἡ δʼ εὖ γινώσκουσα θεοῦ γέρας οἷον ἔδεκτο,
  9. ὕπτιον ἀγκλίνασα μένει δέμας ἐν ψαμάθοισι·
  10. κεῖται δʼ ἀστεμφὴς οἵη νέκυς· ὃς δέ κεν ἰχθὺς
  11. ἐγχρίμψῃ λαγόνεσσιν, ὁ μὲν λύτο, κάππεσε δʼ αὕτως
  12. ἀδρανίης βαθὺν ὕπνον, ἀμηχανίῃσι πεδηθείς·
  13. ἡ δὲ θοῶς ἀνόρουσε καὶ οὐ κραιπνή περ ἐοῦσα,
  14. γηθοσύνη, ζωὸν δὲ κατεσθίει ἶσα θανόντι.
  15. πολλάκι καὶ κατὰ λαῖτμα μετʼ ἰχθύσιν ἀντιάσασα
  16. νηχομένοις κραιπνὴν μὲν ἐπειγομένων σβέσεν ὁρμὴν
  17. ἐγγὺς ἐπιψαύσασα καὶ ἐσσυμένους ἐπέδησεν·
  18. ἔσταν δʼ αὐαλέοι καὶ ἀμήχανοι, οὔτε κελεύθων
  19. δύσμοροι οὔτε φυγῆς μεμνημένοι· ἡ δὲ μένουσα
  20. οὐδὲν ἀμυνομένους καταδαίνυται οὐδʼ ἀΐοντας.