Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. οἷον δʼ ὀρφναίοισιν ἐν εἰδώλοισιν ὀνείρων
  2. ἀνδρὸς ἀτυζομένοιο καὶ ἱεμένοιο φέβεσθαι
  3. θρώσκει μὲν κραδίη, τὰ δὲ γούνατα παλλομένοιο
  4. ἀστεμφὴς ἅτε δεσμὸς ἐπειγομένοιο βαρύνει,
  5. τοίην γυιοπέδην τεχνάζεται ἰχθύσι νάρκη.
  6. Βάτραχος αὖ νωθὴς μὲν ὁμῶς καὶ μαλθακὸς ἰχθύς,
  7. αἴσχιστος δʼ ἰδέειν· στόμα δʼ οἴγεται εὐρὺ μάλιστα·
  8. ἀλλʼ ἄρα καὶ τῷ μῆτις ἀνεύρατο γαστέρι φορβήν.
  9. αὐτὸς μὲν πηλοῖο κατʼ εὐρώεντος ἐλυσθεὶς
  10. κέκλιται ἀτρεμέων, ὀλίγην δʼ ἀνὰ σάρκα τιταίνει,
  11. ἥ ῥά οἱ ἐκ γένυος νεάτης ὑπένερθε πέφυκε
  12. λεπτή τʼ ἀργεννή τε, κακὴ δέ οἱ ἐστὶν ἀϋτμή·
  13. τὴν θαμὰ δινεύει, δόλον ἰχθύσι βαιοτέροισιν·
  14. οἵ ῥά μιν εἰσορόωντες ἐφορμώωσι λαβέσθαι.
  15. αὐτὰρ ὁ τὴν ἂψ αὖτις ἐφέλκεται ἀτρέμας εἴσω,
  16. ἦκα μάλʼ ἀσπαίρουσαν ὑπὸ στόμα, τοὶ δʼ ἐφέπονται
  17. οὐδὲν ὀϊόμενοι κρυπτὸν δόλον, ὄφρα λάθωσι
  18. βατράχου εὐρείῃσιν ἔσω γενύεσσι μιγέντες.
  19. ὡς δʼ ὅτε τις κούφοισι πάγην ὄρνισι τιτύσκων,
  20. πυροὺς τοὺς μὲν ἔρηνε δόλου προπάροιθε πυλάων,