Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. σοί τε, μάκαρ σκηπτοῦχε, καὶ ἀγλαόπαιδι γενέθλῃ
  2. καὶ λαοῖς σύμπασι καὶ ἡμετέρῃσιν ἀοιδαῖς.
  3. ἰχθύσι δʼ οὔτε δίκη μεταρίθμιος οὔτε τις αἰδώς,
  4. οὐ φιλότης· πάντες γὰρ ἀνάρσιοι ἀλλήλοισι
  5. δυσμενέες πλώουσιν· ὁ δὲ κρατερώτερος αἰεὶ
  6. δαίνυτʼ ἀφαυροτέρους, ἄλλῳ δʼ ἐπινήχεται ἄλλος
  7. πότμον ἄγων, ἕτερος δʼ ἑτέρῳ πόρσυνεν ἐδωδήν.
  8. οἱ μὲν γὰρ γενύεσσι καὶ ἠνορέῃ βιόωνται
  9. χειροτέρους· τοῖς δʼ ἰὸν ἔχει στόμα· τοῖσι δʼ ἄκανθαι
  10. τύμμασι λευγαλέοισιν ἀμυνέμεναι πεφύασι,
  11. πικραί τʼ ὀξεῖαί τε χόλου πυρόεντος ἀκωκαί.
  12. ὅσσοις δʼ οὔτε βίην θεὸς ὤπασεν οὔτε τι κέντρον
  13. θήγεται ἐκ μελέων, τοῖς δʼ ἐκ φρενὸς ὅπλον ἔφυσε
  14. βουλὴν κερδαλέην, πολυμήχανον, οἵ τε δόλοισι
  15. πολλάκι καὶ κρατερόν καὶ ὑπέρτερον ὤλεσαν ἰχθύν.
  16. οἷον καὶ νάρκῃ τερενόχροϊ φάρμακον ἀλκῆς
  17. ἕσπεται αὐτοδίδακτον ἐν οἰκείοισι μέλεσσιν.
  18. ἡ μὲν γὰρ μαλακή τε δέμας καὶ πᾶσʼ ἀμενηνὴ
  19. νωθής τε βραδυτῆτι βαρύνεται, οὐδέ κε φαίης
  20. νηχομένην ὁράαν· μάλα γὰρ δύσφραστα κέλευθα