Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. πατρὸς ἑοῦ, γεραρῷ δὲ βοηδρομέοντι τοκῆϊ
  2. αὐτῷ, τὸν μάστευε, κακὴν ἐνεμάξατο κῆρα.
  3. ἔνθα τὸν αἰολόμητιν Ὀδυσσέα, μυρία πόντου
  4. ἄλγεα μετρήσαντα πολυκμήτοισιν ἀέθλοις,
  5. τρυγὼν ἀλγινόεσσα μιῇ κατενήρατο ῥιπῇ.
  6. Θύννῳ δὲ ξιφίῃ τε συνέμπορον αἰὲν ὀπηδεῖ
  7. πῆμα· τὸ δʼ οὔποτʼ ἔχουσιν ἀπότροπον οὔτε μεθέσθαι
  8. οὔτε φυγεῖν, πτερύγεσσιν ἐνήμενον ἄγριον οἶστρον,
  9. ὅς σφισι, καυστηροῖο κυνὸς νέον ἱσταμένοιο,
  10. κέντρου πευκεδανοῖο θοὴν ἐνερείδεται ἀλκήν,
  11. ὀξὺ μάλʼ ἐγχρίμπτων, χαλεπὴν δʼ ἐπὶ λύσσαν ὀρίνει,
  12. θωρήξας ὀδύνῃσιν· ἐπισπέρχει δʼ ἀέκοντας
  13. φοιταλέῃ μάστιγι χορευέμεν· οἱ δὲ κελαινῷ
  14. τύμματι παιφάσσουσι μεμηνότες, ἄλλοτε δʼ ἄλλῃ
  15. κῦμα καθιππεύουσιν, ἀνήνυτον ἄλγος ἔχοντες.
  16. πολλάκι καὶ νήεσσιν ἐϋκραίροις ἐνόρουσαν
  17. ῥιπῇ ἐλαυνόμενοι δυσκραέϊ· πολλάκι δʼ ἅλμης
  18. ἔκθορον ἐς γαῖάν τε κατέδραμον ἀσπαίροντες
  19. καὶ μόρον ἠμείψαντο πολυκμήτων ὀδυνάων·
  20. τοῖον γὰρ δάκος αἰνὸν ἐπιρρέπει οὐδʼ ἀνίησι.