Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τρώματος, οὐδʼ ὅσα χεῖρες ἀπήϊα τεχνήσαντο
  2. χαλκήων, οὐδʼ ὅσσα φερεπτερύγων ἐπʼ ὀϊστῶν
  3. Πέρσαι φαρμακτῆρες ὀλέθρια μητίσαντο·
  4. τρυγόνι γὰρ ζωῇ τε βέλος ῥίγιστον ὀπηδεῖ
  5. ζαφλεγές, οἷόν πού τις ἀνὴρ πέφρικεν ἀκούων,
  6. ζώει τε φθιμένης καὶ ἀτειρέα ῥύεται ἀλκὴν
  7. ἄτροπον· οὐδʼ ἄρα μοῦνον ἐνὶ ζῴοις ἀΐδηλον
  8. ἄτην, ὅσσα βάλῃσιν, ἐρεύγεται, ἀλλὰ καὶ ἔρνος
  9. καὶ πέτρην ἐκάκωσε, καὶ εἴ ποθι κεῖνο πελάσσῃ.
  10. εἰ γάρ τίς κʼ ἐριθηλὲς ἀεξόμενον φυτὸν ὥραις,
  11. θαλλοῖς τʼ εὐφυέεσσι καὶ εὐκάρποισι γονῇσι,
  12. νέρθεν ὑπὸ ῥίζῃσιν ἀναιδέϊ τύμματι κείνῳ
  13. οὐτήσῃ, τόδʼ ἔπειτα κακῇ βεβολημένον ἄτῃ
  14. λήγει μὲν πετάλων, κατὰ δὲ ῥέει ἠΰτε νούσῳ·
  15. πρῶτον ἀπʼ ἀγλαΐης δὲ μαραίνεται, οὐδέ τι τηλοῦ
  16. αὖόν τʼ οὐτιδανόν τε καὶ ἄχλοον ὄψεαι ἔρνος.
  17. κεῖνό ποτʼ αἰγανέῃ δολιχήρεϊ κωπηέσσῃ
  18. Κίρκη Τηλεγόνῳ πολυφάρμακος ὤπασε μήτηρ,
  19. αἰχμάζειν δηΐοις ἅλιον μόρον· αὐτὰρ ὁ νήσῳ
  20. αἰγιβότῳ προσέκελσε, καὶ οὐ μάθε πώεα πέρθων