Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. καὶ γάρ τοι καὶ βουσὶν ἀνάρσιος εὖτε πελάσσῃ
  2. οἶστρος, ἐνιχρίμψῃ δὲ βέλος λαγόνεσσιν ἀραιαῖς,
  3. οὔτε τι βουφόρβων μέλεται σέβας οὔτε νομοῖο,
  4. οὔτʼ ἀγέλης ποίην δὲ καὶ αὔλια πάντα λιπόντες
  5. σεύονται λύσσῃ τεθοωμένοι· οὐδέ τις αὐτοῖς
  6. οὐ ποταμῶν, οὐ πόντος ἀνέμβατος, οὐδὲ χαράδραι
  7. ῥωγάδες, οὐ πέτρη τις ἀφοίτητος κατερύκει
  8. ῥιπὴν ταυρείην, ὅτʼ ἐπιζέσῃ ὀξὺ κελεύων
  9. βουτύπος, ὀτρηρῇσιν ἐπισπέρχων ὀδύνῃσι·
  10. πάντῃ δὲ βρυχή, πάντῃ δέ οἱ ἅλματα χηλῆς
  11. εἱλεῖται· τοίη μιν ἄγει δριμεῖα θύελλα.
  12. καὶ τὸ μὲν ἰχθύσιν ἄλγος ὁμοίϊον ἠδὲ βόεσσι.
  13. δελφῖνες δʼ ἀγέλῃσιν ἁλὸς μέγα κοιρανέουσιν,
  14. ἔξοχον ἠνορέῃ τε καὶ ἀγλαϊῃ κομόωντες
  15. ῥιπῇ τʼ ὠκυάλῳ· διὰ γὰρ βέλος ὥστε θάλασσαν
  16. ἵπτανται· φλογόεν δὲ σέλας πέμπουσιν ὀπωπαῖς
  17. ὀξύτατον· καί πού τινʼ ὑποπτήσσοντα χαράδραις
  18. καί τινʼ ὑπὸ ψαμάθοις εἰλυμένον ἔδρακον ἰχθύν.
  19. ὅσσον γὰρ κούφοισι μετʼ οἰωνοῖσιν ἄνακτες
  20. αἰετοὶ ἢ θήρεσσι μετʼ ὠμηστῇσι λέοντες,