Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. πάντες ἀταρτηροῖς ὑπὸ νύγμασιν ἰὸν ἱέντες.
  2. Τρυγόνι δὲ ξιφίῃ τε θεὸς κρατερώτατα δῶρα
  3. γυίοις ἐγκατέθηκεν, ὑπέρβιον ὅπλον ἑκάστῳ
  4. καρτύνας· καὶ τῷ μὲν ὑπὲρ γένυν ἐστήριξεν
  5. ὄρθιον, αὐτόρριζον, ἀκάχμενον, οὔτι σιδήρου
  6. φάσγανον, ἀλλʼ ἀδάμαντος ἰσόσθενες ὄβριμον ἆορ.
  7. οὐ κείνου κρυόεσσαν ἐπιβρίσαντος ἀκωκὴν
  8. οὐδὲ μάλα στερεὴ τλαίη λίθος οὐτηθεῖσα·
  9. τοίη οἱ ζαμενής τε πέλει πυρόεσσά τʼ ἐρωή.
  10. Τρυγόνι δʼ ἐκ νεάτης ἀνατέλλεται ἄγριον οὐρῆς
  11. κέντρον ὁμοῦ χαλεπόν τε βίῃ καὶ ὀλέθριον ἰῷ.
  12. οὐδέ κεν οὐ ξιφίαι, οὐ τρυγόνες ἐν γενύεσσι
  13. φορβὴν πρόσθε πάσαιντο, πάρος βελέεσσι δαφοινοῖς
  14. οὐτῆσαι ζωόν τε καὶ ἄπνοον ὅττι παρείη.
  15. ἀλλʼ ἤτοι ξιφίην μὲν ἐπὴν προλίπῃσιν ἀϋτμή,
  16. αὐτίκα οἱ κἀκεῖνο συνέφθιτο καρτερὸν ἆορ,
  17. αὐτῷ δʼ ὅπλον ἄνακτι συνέσβετο, καδδὲ λέλειπται
  18. ὀστέον οὐδενόσωρον, ἀμήχανον ὅσσον ἰδέσθαι
  19. φάσγανον· οὐδέ κεν ἄν τι καὶ ἱέμενος τελέσειας.
  20. τρυγονίου δʼ οὔπω τι κακώτερον ἔπλετο πῆμα