Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. καί μιν ὁδοῦ βλάπτουσι πονεύμενον, ἄλλοθεν ἄλλαι
  2. κνίζουσαι στομάτεσσιν ἀναιδέσιν· αὐτὰρ ὁ κάμνει
  3. ὕδατι καὶ στυγερῇσιν ἰουλίσιν ἀντιβολήσας,
  4. χερσὶ δʼ, ὅσον σθένος ἐστίν, ἐπειγομένοις τε πόδεσσι
  5. σεύει ἀμυνόμενος διερὸν στρατόν· αἱ δʼ ἐφέπονται
  6. ἀστεμφεῖς, μυίαις ἐναλίγκιοι, αἵ ῥά τ’ ἐπʼ ἔργοις
  7. ἀνέρας ἀμητῆρας ὀπωρινὸν μογέοντας
  8. πάντοσʼ ἀνιηραὶ θέρεος στίχες ἀμφιπέτονται.
  9. οἱ δʼ ἅμα μὲν καμάτῳ τε καὶ ἀκρήτοισι βολῇσιν
  10. ἠέρος ἱδρώουσιν, ἀνιάζουσί τε μυίαις
  11. ἐκπάγλως· αἱ δʼ οὐδὲν ἀναιδείης χαλόωσι,
  12. πρὶν θανέειν ἢ ξουθὸν ἀπʼ ἀνέρος αἷμα πάσασθαι.
  13. τόσσος ἔρως καὶ τοῖσιν ἐν ἰχθύσιν αἵματος ἀνδρῶν.
  14. οὐ μὴν θὴν ἀβληχρὸν ἔχει δάκος εὖτε χαράξῃ
  15. πούλυπος ἑρπυστὴρ ἢ σηπίη, ἀλλὰ καὶ αὐτοῖς
  16. ἐντρέφεται βαιὸς μὲν ἀτὰρ βλαπτήριος ἰχώρ.
  17. κέντρα δὲ πευκήεντα μετʼ ἰχθύσιν ὡπλίσσαντο
  18. κωβιός, ὃς ψαμάθοισι, καὶ ὃς πέτρῃσι γέγηθε
  19. σκορπίος, ὠκεῖαί τε χελιδόνες ἠδὲ δράκοντες
  20. καὶ κύνες οἳ κέντροισιν ἐπώνυμοι ἀργαλέοισι,