Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ποινητῆρες ἔασι καὶ ἀλλήλων ὀλετῆρες.
  2. ἄλλοι δʼ ἰοφόροι νεπόδων, στομάτεσσι δʼ ἀεικὴς
  3. ἰὸς ἐνιτρέφεται στυγερός τʼ ἐπὶ δήγμασιν ἕρπει.
  4. τοῖον καὶ σκολόπενδρα, δυσώνυμον ἑρπετὸν ἅλμης,
  5. ἶσον ἐπιχθονίῳ δέμας ἑρπετῷ· ἀλλὰ τό γʼ ἄτην
  6. κύντερον· εἰ γάρ οἱ τις ἐπιψαύσειε πελάσσας,
  7. αὐτίκα οἱ κνῆστις μὲν ἐπὶ χροῒ θερμὸν ἔρευθος
  8. φοινίσσει, σμώδιξ δὲ διατρέχει ἠΰτε ποίης,
  9. τὴν κνίδα κικλήσκουσιν, ἐπωνυμίην ὀδυνάων.
  10. ἐχθρὴ δὲ σκολόπενδρα πανέξοχον ἀσπαλιεῦσι
  11. ἐμπελάαν· εἰ γάρ ποτʼ ἐπιψαύσειε δελέτρου,
  12. οὐκ ἄν τις νεπόδων κείνου πέλας ἀγκίστροιο
  13. ἔλθοι· τοῖον γάρ οἱ ἀπεχθέα μίσγεται ἰόν.
  14. τοίη καὶ βαλιῇσιν ἰουλίσι τέτροφεν ἄτη
  15. ἂν στόμα· τὰς δὲ μάλιστα βυθῶν διφήτορες ἄνδρες
  16. δύπται σπογγοτόμοι τε δυηπαθέες στυγέουσιν·
  17. εὖτε γὰρ ἀθρήσωσιν ἐρευνητῆρα θαλάσσης
  18. σπερχόμενον ποτὶ βυσσὸν ὑποβρυχίοισι πόνοισιν,
  19. αἵ δʼ ἀπὸ πετράων μάλα μυρίαι ὁρμηθεῖσαι
  20. ἄνδρα περιπροθέουσι καὶ ἀθρόαι ἀμφιχέονται