Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἄκρα διερπύζοντα καὶ ἀσπασίην ἐπί θήρην
  2. ἔσσυτο γηθομένη· τὸν δʼ οὐ λάθεν ἐγγὺς ἐοῦσα·
  3. ἀλλʼ ἤτοι πρῶτον μὲν ἀτυζόμενος δεδόνηται
  4. ἐς φόβον, οὐδʼ ἄρα μῆχος ἔχει μύραιναν ἀλύξαι
  5. ἕρπων νηχομένην τε καὶ ἄσχετα μαιμώωσαν.
  6. αἶψα δέ μιν κατέμαρψε γένυν τʼ ἐνέρεισε δαφοινήν·
  7. πούλυπος αὖτʼ ἀέκων ὀλοῆς ὑπὸ μάρνατʼ ἀνάγκης,
  8. ἀμφὶ δέ οἱ μελέεσσιν ἑλίσσεται, ἄλλοτε ἄλλας
  9. παντοίας στροφάλιγγας ὑπὸ σκολιοῖσιν ἱμᾶσι
  10. τεχνάζων, εἴ πώς μιν ἐρητύσειε βρόχοισιν
  11. ἀμφιβαλών· ἀλλʼ οὔτι κακῶν ἄκος οὔτʼ ἀλεωρή·
  12. ῥεῖα γὰρ ἀμφιπεσόντος ὀλισθηροῖς μελέεσσιν
  13. ὀτραλέη μύραινα διαρρέει οἷάπερ ὕδωρ·
  14. αὐτὰρ ὅ γʼ ἄλλοτε νῶτα παναίολα, ἄλλοτε δειρὴν
  15. οὐρήν τʼ ἀκροτάτην περιβάλλεται, ἄλλοτε δʼ αὖτε
  16. ἐμπίπτει στόματός τε πύλαις γενύων τε μυχοῖσιν.
  17. ὡς δὲ παλαισμοσύνης γυιαλκέος ἴδμονες ἄνδρες
  18. δηρὸν ἐπʼ ἀλλήλοισιν ἑὴν ἀναφαίνετον ἀλκήν,
  19. ἤδη δʼ ἐκ μελέων λιαρὸς καὶ ἀθέσφατος ἱδρὼς
  20. χεύεται ἀμφοτέροισι· τὰ δʼ αἰόλα κέρδεα τέχνης