Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. πλάζονται, χεῖρές τε περὶ χροῒ κυμαίνονται·
  2. ὣς καὶ πουλύποδος κοτυληδόνες οὐ κατὰ κόσμον
  3. πλαζόμεναι κενεῇσι παλαισμοσύναις μογέουσιν.
  4. ἡ δέ μιν ὀξυτόμοισιν ὑπὸ ῥιπῇσιν ὀδόντων
  5. δαρδάπτει· μελέων δὲ τὰ μὲν κατεδέξατο γαστήρ,
  6. ἄλλα δʼ ἔτʼ ἐν γενύεσσι θοοὶ τρίβουσιν ὀδόντες,
  7. ἄλλα δέ τʼ ἀσπαίρει καὶ ἑλίσσεται ἡμιδάϊκτα,
  8. εἰσέτι παιφάσσοντα καὶ ἐκφυγέειν ἐθέλοντα.
  9. ὡς δʼ ὅτʼ ἀνὰ ξυλόχους ὀφίων στίβον ἐξερεείνων
  10. βριθόκερως ἔλαφος ῥινήλατον ἴχνος ἀνεῦρε,
  11. χειὴν δʼ εἰσαφίκανε καὶ ἑρπετὸν εἴρυσεν ἔξω
  12. δάπτει τʼ ἐμμενέως· ὁ δʼ ἐλίσσεται ἀμφί τε γοῦνα,
  13. δειρήν τε στέρνον τε· τὰ δʼ ἡμίβρωτα κέχυνται
  14. ἅψεα, πολλὰ δʼ ὀδόντες ὑπὸ στόμα δαιτρεύουσιν·
  15. ὣς καὶ πουλύποδος δνοπαλίζεται αἰόλα γυῖα
  16. δυσμόρου· οὐδέ ἑ μῆτις ἐπιφροσύνης ἐσάωσε
  17. πετραίης· εἰ γάρ ποτʼ ἀλευόμενος περὶ πέτρην
  18. πλέξηται, χροιήν τε πανείκελον ἀμφιέσηται,
  19. ἀλλʼ οὐ μυραίνης ἔλαθεν κέαρ, ἀλλά ἑ μούνη
  20. φράζεται, ἄπρηκτον δὲ πέλει κείνοιο νόημα.