Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. χείματι δʼ οὔποτε φασὶν ἐπιστείχειν ἁλὸς ὕδωρ
  2. πουλύποδας· ζαμενεῖς γὰρ ὑποτρομέουσιν ἀέλλας·
  3. ἀλλʼ οἵ γε γλαφυρῇσιν ἐνιζόμενοι θαλάμῃσι
  4. πτήξαντες δαίνυνται ἑοὺς πόδας, ἠΰτε σάρκας
  5. ἀλλοτρίας· οἱ δʼ αὖτις ἑοὺς κορέσαντες ἄνακτας
  6. φύονται· τόδε πού σφι Ποσειδάων ἐπένευσε.
  7. τοῖον καὶ βλοσυρῇσιν ἀειμάργοισι νόημα
  8. ἄρκτοις· χειμερίην γὰρ ἀλυσκάζουσαι ὁμοκλήν,
  9. δῦσαι φωλειοῖο μυχὸν κατὰ πετρήεντα
  10. ὃν πόδα λιχμάζουσιν, ἐδητύος ἔργον ἄπαστον,
  11. μαιόμεναι δαίτην ἀνεμώλιον, οὐδʼ ἐθέλουσι
  12. προβλώσκειν, εὐκραὲς ἕως ἔαρ ἡβήσειεν.
  13. ἔξοχα δʼ ἀλλήλοισιν ἀνάρσιον ἔχθος ἔχουσι
  14. κάραβος ἀϊκτὴρ μύραινά τε πουλύποδές τε,
  15. ἀλλήλους δʼ ὀλέκουσιν ἀμοιβαίοισι φόνοισιν.
  16. αἰεὶ δʼ ἰχθυόεσσα μετὰ σφίσιν ἵστατʼ ἐνυὼ
  17. καὶ μόθος, ἄλλου δʼ ἄλλος ἑὴν ἐνεπλήσατο νηδύν.
  18. ἡ μὲν ὑπὲκ πέτρης ἁλιμυρέος ὁρμηθεῖσα
  19. φοιταλέη μύραινα διέσσυται οἴδματα πόντου,
  20. φορβὴν μαιομένη, τάχα δʼ εἴσιδε πούλυπον ἀκτῆς