Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. μηδʼ ἐπὶ πανθοίνοισι νόον τέρποιτο τραπέζαις·
  2. πολλοὶ γὰρ τοῖοι καὶ ἐν ἀνδράσιν, οἶσι λέλυνται
  3. ἡνία, γαστρὶ δὲ πάντας ἐπιτρωπῶσι κάλωας·
  4. ἀλλά τις εἰσορόων φεύγοι τέλος ἡμεροκοίτου.
  5. ἔστι καὶ ὀξυκόμοισι νόος καὶ μῆτις ἐχίνοις,
  6. οἴ τʼ ἀνέμων ἴσασι βίας ζαμενεῖς τε θυέλλας
  7. ὀρνυμένας, νώτοισι δʼ ἀνοχλίζουσιν ἕκαστος
  8. λᾶαν, ὅσον βαρύθοντα περὶ σφετέρῃσιν ἀκάνθαις
  9. ῥηϊδίως φορέοιεν, ἴνʼἀντία κύματος ὁρμῇ
  10. βριθόμενοι μίμνωσι· τὸ γὰρ τρομέουσι μάλιστα,
  11. μὴ σφὰς ἐπʼ ἠιόνεσσι κυκώμενον οἶμα κυλίσῃ·
  12. Πουλυπόδων δʼ οὔπω τινʼ ὀΐομαι ἔμμενʼ ἄπυστον
  13. τέχνης, οἳ πέτρῃσιν ὁμοίϊοι ἰνδάλλονται,
  14. τήν κε ποτιπτύξωσι περὶ σπείρῃς τε βάλωνται.
  15. ἄνδρας δʼ ἀγρευτῆρας ὁμῶς καὶ κρέσσονας ἰχθῦς
  16. ῥηϊδίως ἀπάτῃσι παραπλάγξαντες ἄλυξαν.
  17. ἀλλʼ ὅτε χειρότερός τις ἐπισχεδὸν ἀντιβολήσῃ,
  18. αὐτίκα πουλύποδές τε καὶ ἰχθύες ἐξεφάνησαν,
  19. μορφῆς πετραίης ἐξάλμενοι, ἐκ δὲ δόλοιο
  20. φορβήν τʼ ἐφράσσαντο καὶ ἐξήλυξαν ὄλεθρον.