Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. μάρψῃ τε κτείνῃ τε, γέλων δʼ ἐπιθήσεται ἄγρῃ·
  2. ὣς ὅ γʼ ὑπὲρ κεφαλῆς βροτέης ὀλοφώϊος ἰχθὺς
  3. πέπτατʼ ἐρητύων ἀναδύμεναι, εἰσόκʼ ἀϋτμὴ
  4. φῶτα λίπῃ, ψυχὴν δὲ μετεκπνεύσῃ ῥοθίοισιν·
  5. ἔνθα ἑ τεθνηῶτα δυσώνυμος ἀμφιέπει βοῦς
  6. δαινύμενος, τέχνῃσιν ἑλὼν δυσμήχανον ἄγρην.
  7. καὶ μέν τις μνιαροῖσιν ἐπὶ πλαταμῶσι νοήσας
  8. καρκίνον αἰνήσει καὶ ἀγάσσεται εἵνεκα τέχνης
  9. κερδαλέης· καὶ τῷ γὰρ ἐπιφροσύνην πόρε δαίμων
  10. ὄστρεα φέρβεσθαι, γλυκερὴν καὶ ἄμοχθον ἐδωδήν.
  11. ὄστρεα μὲν κληῗδας ἀναπτύξαντα θυρέτρων
  12. ἰλὺν λιχμάζουσι καὶ ὕδατος ἰσχανόωντα
  13. πέπταται, ἀγκοίνῃσιν ἐφήμενα πετραίῃσι·
  14. καρκίνος αὖ ψηφῖδα παρὰ ῥηγμῖνος ἀείρας
  15. λέχριος ὀξείῃσι φέρει χηλῇσι μεμαρπώς,
  16. λάθρη δʼ ἐμπελάει, μέσσῳ δʼ ἐνεθήκατο λᾶαν
  17. ὀστρέῳ· ἔνθεν ἔπειτα παρήμενος εἰλαπινάζει
  18. δαῖτα φίλην· τὸ δʼ ἄρʼ οὔτι καὶ ἱέμενόν περ ἐρεῖσαι
  19. ἀμφιδύμους πλάστιγγας ἔχει σθένος, ἀλλʼ ὑπʼ ἀνάγκης
  20. οἴγεται, ὄφρα θάνῃ τε καὶ ἀγρευτῆρα κορέσσῃ.