Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τῷ δʼ ἴσα τεχνάζουσι καὶ ἀστέρες ἑρπυστῆρες
  2. εἰνάλιοι· καὶ τοῖς γὰρ ἐπʼ ὄστρεα μῆτις ὀπηδεῖ·
  3. ἀλλʼ οὐ λᾶαν ἄγουσι συνέμπορον οὐδʼ ἐπίκουρον
  4. κεῖνοι, τρηχὺ δὲ κῶλον ἐνηρείσαντο μέσοισι
  5. πεπταμένοις· τὰ μὲν ὧδε πιέζεται, οἱ δὲ νέμονται.
  6. ὄστρακον αὖ βυθίας μὲν ἔχει πλάκας, ἐν δέ οἱ ἰχθὺς
  7. πίννη ναιετάει κεκλημένος· ἡ μὲν ἄναλκις
  8. οὔτε τι μητίσασθαι ἐπίσταται οὔτε τι ῥέξαι,
  9. ἀλλʼ ἄρα οἱ ξυνόν τε δόμον ξυνήν τε καλύπτρην
  10. καρκίνος ἐνναίει, φέρβει δέ μιν ἠδὲ φυλάσσει·
  11. τῷ καὶ πιννοφύλαξ κικλήσκεται· ἀλλʼ ὅτε κόχλου
  12. ἰχθὺς ἔνδον ἵκηται, ὁ δʼ οὐ φρονέουσαν ἀμύξας
  13. δήγματι κερδαλέῳ πίννην ἕλεν· ἡ δʼ ὀδύνῃσιν
  14. ὄστρακα συμπλατάγησε καὶ ἔνδον ἐφράσσατο ἄγρην
  15. αὑτῇ τʼ ἠδʼ ἑτάρῳ, ξυνόν θʼ ἅμα δεῖπνον ἕλοντο.
  16. ὣς ἄρα καὶ πλωτῆρσιν ἐν ὑγροπόροισιν ἔασι
  17. τοὶ μὲν κερδαλέοι, τοὶ δʼ ἄφρονες, οἷα καὶ ἡμῖν
  18. ἀνδράσιν, οὐδέ τι πᾶσιν ἐναίσιμόν ἐστι νόημα.
  19. φράζεο δʼ ἀφραδίῃ προφερέστατον ἡμεροκοίτην
  20. ἰχθύν, ὃν παρὰ πάντας ἀεργότατον τέκεν ἅλμη.