Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἔστι δέ τις πηλοῖσιν ἐφέστιος ὠμοφάγος βοῦς,
  2. εὐρύτατος πάντεσσι μετʼ ἰχθύσιν· ἦ γάρ οἱ εὖρος
  3. πολλάκις ἑνδεκάπηχυ δυωδεκάπηχύ τʼ ἐτύχθη·
  4. οὐτιδανὸς δὲ βίην καί οἱ δέμας ἄμμορον ἀλκῆς,
  5. μαλθακόν· ἐν δέ οἱ εἰσὶν ἀείδελοι ἔνδον ὀδόντες
  6. βαιοί τʼ οὐ κρατεροί τε· βίῃ δέ κεν οὔτι δαμάσσαι,
  7. ἀλλὰ δόλῳ καὶ φῶτας ἐπίφρονας εἷλε πεδήσας·
  8. δαιτὶ γὰρ ἀνδρομέῃ ἐπιτέρπεται, ἔξοχα δʼ αὐτῷ
  9. ἀνθρώπων κρέα τερπνὰ καὶ εὐάντητος ἐδωδή.
  10. εὖτέ τινʼ ἀθρήσῃ νεάτην ὑπὸ βύσσαν ἰόντα
  11. ἀνθρώπων, ὅσσοισιν ὑποβρύχιος πόνος ἅλμης
  12. μέμβλεται, αὐτὰρ ὁ κοῦφος ὑπὲρ κεφαλῆφιν ἀερθεὶς
  13. νήχεται ἀστεμφής, μεγάρων ὀρόφοισιν ἐοικώς,
  14. ἄτροπος ἀμφιταθείς, σὺν δʼ ἔρχεται, ᾗ κεν ἴῃσι
  15. δειλὸς ἀνήρ, μίμνοντι δʼ ἐφίσταται ἠΰτε πῶμα.
  16. ὡς δὲ πάϊς δολόεντα μόρον λίχνοισι μύεσσιν
  17. ἔστησεν· τὸν δʼ οὔτι πάγης λόχον ὁρμαίνοντα
  18. γαστὴρ ἔνδον ἔλασσε, θοῶς δέ οἱ ἄγγος ὕπερθε
  19. κοῖλον ἐπεσμαράγησεν, ὁ δʼ οὐκέτι πολλὰ μενοινῶν
  20. ἐκφυγέειν δύναται στιβαρὸν σκέπας, ὄφρα ἑ κοῦρος