Halieutica
Oppian
Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- ἔθνεά τοι πόντοιο πολυσπερέας τε φάλαγγας
- παντοίων νεπόδων, πλωτὸν γένος Ἀμφιτρίτης,
- ἐξερέω, γαίης ὕπατον κράτος, Ἀντωνῖνε·
- ὅσσα τε κυματόεσσαν ἔχει χύσιν, ᾗχί θʼ ἕκαστα
- ἐννέμεται, διερούς τε γάμους διεράς τε γενέθλας
- καὶ βίον ἰχθυόεντα καὶ ἔχθεα καὶ φιλότητας
- καὶ βουλάς, ἁλίης τε πολύτροπα δήνεα τέχνης
- κερδαλέης, ὅσα φῶτες ἐπʼ ἰχθύσι μητίσαντο
- ἀφράστοις· ἀΐδηλον ἐπιπλώουσι θάλασσαν
- τολμηρῇ κραδίῃ, κατὰ δʼ ἔδρακον οὐκ ἐπίοπτα
- βένθεα καὶ τέχνῃσιν ἁλὸς διὰ μέτρα δάσαντο
- δαιμόνιοι. χλούνην μὲν ὀρίτροφον ἠδὲ καὶ ἄρκτον
- θηρητὴρ ὁράᾳ τε καὶ ἀντιόωντα δοκεύει
- ἀμφαδίην, ἕκαθέν τε βαλεῖν σχεδόθεν τε δαμάσσαι·
- ἄμφω δʼ ἀσφαλέως γαίης ἔπι θήρ τε καὶ ἀνὴρ
- μάρνανται, σκύλακες δὲ συνέμποροι ἡγεμονῆες
- κνώδαλα σημαίνουσι καὶ ἰθύνουσιν ἄνακτας
- εὐνὴν εἰς αὐτὴν καὶ ἀρηγόνες ἐγγὺς ἕπονται.
- οὐδʼ ἄρα τοῖς οὐ χεῖμα τόσον δέος, οὐ μὲν ὀπώρη
- φλέγμα φέρει· πολλαὶ γὰρ ἐπακτήρων ἀλεωραὶ
- λόχμαι τε σκιεραὶ καὶ δειράδες ἄντρα τε πέτρης
- αὐτορόφου· πολλοὶ δὲ τιταινόμενοι κατʼ ὄρεσφιν
- ἀργύρεοι ποταμοί, δίψης ἄκος ἠδὲ λοετρῶν
- ἀέναοι ταμίαι· παρὰ δὲ χλοάουσι ῥέεθροις
- ποῖαί τε χθαμαλαί, μαλακὴ κλίσις ὕπνον ἑλέσθαι
- εὔδιον ἐκ καμάτοιο, καὶ ὥρια δόρπα πάσασθαι
- ὕλης ἀγρονόμοιο, τά τʼ οὔρεσι πολλὰ φύονται.
- τερπωλὴ δʼ ἕπεται θήρῃ πλέον ἠέ περ ἱδρώς.
- ὅσσοι δʼ οἰωνοῖσιν ἐφοπλίζονται ὄλεθρον,
- ῥηϊδίη καὶ τοῖσι πέλει καὶ ὑπόψιος ἄγρη·
- τοὺς μὲν γὰρ κνώσσοντας ἐληΐσσαντο καλιῆς
- κρύβδην· τοὺς δὲ δόναξιν ὑπέσπασαν ἰξοφόροισιν·
- οἱ δὲ τανυπλέκτοισιν ἐν ἕρκεσιν ἤριπον αὐτοὶ
- εὐνῆς χρηΐζοντες, ἀτερπέα δʼ αὖλιν ἔκυρσαν.
- τλησιπόνοις δʼ ἁλιεῦσιν ἀτέκμαρτοι μὲν ἄεθλοι,
- ἐλπὶς δʼ οὐ σταθερὴ σαίνει φρένας ἠΰτʼ ὄνειρος·
- οὐ γὰρ ἀκινήτου γαίης ὕπερ ἀθλεύουσιν,
- ἀλλʼ αἰεὶ κρυερῷ τε καὶ ἄσχετα μαργαίνοντι
- ὕδατι συμφορέονται, ὃ καὶ γαίηθεν ἰδέσθαι
- δεῖμα φέρει καὶ μοῦνον ἐν ὄμμασι πειρήσασθαι·
- δούρασι δʼ ἐν βαιοῖσιν ἀελλάων θεράποντες
- πλαζόμενοι, καὶ θυμὸν ἐν οἴδμασιν αἰὲν ἔχοντες,
- αἰεὶ μὲν νεφέλην ἰοειδέα παπταίνουσιν,
- αἰεὶ δὲ τρομέουσι μελαινόμενον πόρον ἅλμης·
- οὐδέ τι φοιταλέων ἀνέμων σκέπας, οὐδέ τινʼ ὄμβρων
- ἀλκήν, οὐ πυρὸς ἄλκαρ ὀπωρινοῖο φέρονται.
- πρὸς δʼ ἔτι καὶ βλοσυρῆς δυσδερκέα δείματα λίμνης
- κήτεα πεφρίκασι, τά τε σφίσιν ἀντιόωσιν,
- εὖτʼ ἂν ὑποβρυχίης ἄδυτον περόωσι θαλάσσης·
- οὐ μέν τις σκυλάκων ἁλίην ὁδὸν ἡγεμονεύει
- ἰχθυβόλοις· ἴχνη γὰρ ἀείδελα νηχομένοισιν·
- οὐδʼ οἵ γʼ εἰσορόωσιν ὅπῃ σχεδὸν ἵξεται ἄγρης
- ἀντιάσας, οὐ γάρ τι μίην ὁδὸν ἔρχεται, ἰχθύς·
- θριξὶ δʼ ἐν ἠπεδανοῖσι παλιγνάμπτοιό τε χαλκοῦ
- χείλεσι καὶ δονάκεσσι λίνοισί τε κάρτος ἔχουσιν.
- οὐ μὴν τερπωλῆς ἀπολείπεαι, αἴ κʼ ἐθέλῃσθα
- τέρπεσθαι, γλυκερὴ δὲ πέλει βασιλήϊος ἄγρη.
- νῆα μὲν εὐγόμφωτον, ἐΰζυγον, ἔξοχα κούφην,
- αἰζηοὶ κώπῃσιν ἐπειγομένῃς ἐλόωσι,
- νῶτον ἁλὸς θείνοντες· ὁ δʼ ἐν πρύμνῃσιν ἄριστος
- ἰθυντὴρ ἀλίαστον ἄγει καὶ ἀμεμφέα νῆα
- χῶρον ἐς εὐρύαλόν τε καὶ εὔδια πορφύροντα·
- ἔνθα δὲ δαιτυμόνων νεπόδων ἀπερείσια φῦλα
- φέρβεται, οὓς θεράποντες ἀεὶ κομέουσιν, ἐδωδῇ
- πολλῇ πιαίνοντες, ἑτοιμότατον χορὸν ἄγρης
- σοί τε, μάκαρ, καὶ παιδὶ μεγαυχέϊ, πώεα θήρης.
- αὐτίκα γὰρ χειρὸς μὲν ἐΰπλοκον εἰς ἅλα πέμπεις
- ὁρμιήν, ὁ δὲ ῥίμφα γένυν κατεδέξατο χαλκοῦ
- ἰχθὺς ἀντιάσας, τάχα δʼ ἕλκεται ἐκ βασιλῆος
- οὐκ ἀέκων, σέο δʼ ἦτορ ἰαίνεται, ὄρχαμε γαίης·
- πολλὴ γὰρ βλεφάροισι καὶ ἐν φρεσὶ τέρψις ἰδέσθαι
- παλλόμενον καὶ ἑλισσόμενον πεπεδημένον ἰχθύν.
- ἀλλά μοι ἱλήκοις μὲν ἁλὸς πόρῳ ἐμβασιλεύων
- εὐρυμέδων Κρονίδης γαιηόχος, ἠδὲ Θάλασσα
- αὐτή, καὶ ναετῆρες ἐριγδούποιο θαλάσσης
- δαίμονες, ὑμετέρας τʼ ἀγέλας καὶ ἁλίτροφα φῦλα
- εἰπέμεν αἰνήσαιτε· σὺ δʼ ἰθύνειας ἕκαστα,
- πότνα Θεά, καὶ πατρὶ καὶ υἱέϊ παμβασιλῆος
- θυμήρη τάδε δῶρα τεῆς πόρσυνον ἀοιδῆς.
- μυρία μὲν δὴ φῦλα καὶ ἄκριτα βένθεσι πόντου
- ἐμφέρεται πλώοντα· τὰ δʼ οὔ κέ τις ἐξονομήναι
- ἀτρεκέως· οὐ γάρ τις ἐφίκετο τέρμα θαλάσσης·
- ἀλλὰ τριηκοσίων ὀργυιῶν ἄχρι μάλιστα
- ἀνέρες ἴσασίν τε καὶ ἔδρακον Ἀμφιτρίτην.
- πολλὰ δʼ (ἀπειρεσίη γὰρ ἀμετροβαθής τε θάλασσα)
- κέκρυπται, τά κεν οὔ τις ἀείδελα μυθήσαιτο
- θνητὸς ἐών· ὀλίγος δὲ νόος μερόπεσσι καὶ ἀλκή.
- οὐ μὲν γὰρ γαίης πολυμήτορος ἔλπομαι ἅλμην
- παυροτέρας ἀγέλας οὔτʼ ἔθνεα μείονα φέρβειν.
- ἀλλʼ εἴτʼ ἀμφήριστος ἐν ἀμφοτέρῃσι γενέθλη
- εἴθʼ ἑτέρη προβέβηκε, θεοὶ σάφα τεκμαίρονται,
- ἡμεῖς δʼ ἀνδρομέοισι νοήμασι μέτρα φέροιμεν.
- ἰχθύσι μὲν γενεή τε καὶ ἤθεα καὶ πόρος ἅλμης
- κέκριται, οὐδέ τι πᾶσι νομαὶ νεπόδεσσιν ὁμοῖαι·
- οἱ μὲν γὰρ χθαμαλοῖσι παρʼ αἰγιαλοῖσι νέμονται,
- ψάμμον ἐρεπτόμενοι καὶ ὅσʼ ἐν ψαμάθοισι φύονται,
- ἵπποι κόκκυγές τε θοοὶ ξανθοί τʼ ἐρυθῖνοι
- καὶ κίθαροι καὶ τρίγλα καὶ ἀδρανέες μελάνουροι
- τραχούρων τʼ ἀγέλαι βούγλωσσά τε καὶ πλατύουροι
- ταινίαι ἀβληχραὶ καὶ μορμύρος, αἰόλος ἰχθύς,
- σκόμβροι κυπρῖνοί τε καὶ οἳ φίλοι αἰγιαλοῖσιν.
- ἄλλοι δʼ αὖ πηλοῖσι καὶ ἐν τενάγεσσι θαλάσσης
- φέρβονται, βατίδες τε βοῶν θʼ ὑπέροπλα γένεθλα
- τρυγών τʼ ἀργαλέη καὶ ἐτήτυμον οὔνομα νάρκη,
- ψῆτται καλλαρίαι καὶ τριγλίδες ἔργα τʼ ὀνίσκων
- σαῦροί τε σκέπανοί τε καὶ ὅσσʼ ἐνιτέτροφε πηλοῖς.
- θῖνα δʼ ἀνὰ πρασόεσσαν ὑπὸ χλοεραῖς βοτάνῃσι
- βόσκονται μαινῖδες ἰδὲ τράγοι ἠδʼ ἀθερῖναι
- καὶ σμαρίδες καὶ βλέννος ἰδὲ σπάροι ἀμφότεροί τε
- βῶκες ὅσοις τʼ ἄλλοισι φίλον πράσον ἀμφινέμεσθαι.
- Κεστρέες αὖ κέφαλοί τε, δικαιότατον γένος ἅλμης,
- λάβρακές τʼ ἀμίαι τε θρασύφρονες ἠδὲ χρέμητες
- πηλαμύδες γόγγροι τε καὶ ὃν καλέουσιν ὄλισθον
- γείτονα ναιετάουσιν ἀεὶ ποταμοῖσι θάλασσαν
- ἢ λίμναις, ὅθι λαρὸν ὕδωρ μεταπαύεται ἅλμης,
- πολλή τε πρόχυσις συμβάλλεται ἰλυόεσσα,
- ἑλκομένη δίνῃσιν ἀπὸ χθονός· ἔνθα νέμονται
- φορβὴν ἱμερτὴν γλυκερῇ θʼ ἁλὶ πιαίνονται.
- λάβραξ δʼ οὐδʼ αὐτῶν ποταμῶν ἀπολείπεται ἔξω,
- ἐκ δʼ ἁλὸς ἐς προχοὰς ἀνανήχεται· ἐγχέλυες δὲ
- ἐκ ποταμῶν πλαταμῶσιν ἐνιχρίμπτουσι θαλάσσης.
- πέτραι δʼ ἀμφίαλοι πολυειδέες· αἱ μὲν ἔασι
- φύκεσι μυδαλέαι, περὶ δὲ μνία πολλὰ πέφυκε·
- τὰς ἦτοι πέρκαι καὶ ἰουλίδες ἀμφί τε χάννοι
- φέρβονται σάλπαι τε μετὰ σφίσιν αἰολόνωτοι
- καὶ κίχλαι ῥαδιναὶ καὶ φυκίδες οὕς θʼ[*](ἅς θ᾽ MSS. And schol.) ἁλιῆες
- ἀνδρὸς ἐπωνυμίην θηλύφρονος ηὐδάξαντο.
- ἄλλαι δὲ χθαμαλαὶ ψαμαθώδεος ἄγχι θαλάσσης
- λεπράδες, ἅς κίρρις τε σύαινά τε καὶ βασιλίσκοι
- ἐν δὲ μύλοι τρίγλης τε ῥοδόχροα φῦλα νέμονται.
- ἄλλαι δʼ αὖ ποιῇσιν ἐπίχλοοι ὑγρὰ μέτωπα
- πέτραι σαργὸν ἔχουσιν ἐφέστιον ἠδὲ σκίαιναν
- χαλκέα καὶ κορακῖνον ἐπώνυμον αἴθοπι χροιῇ,
- καὶ σκάρον, ὃς δὴ μοῦνος ἐν ἰχθύσι πᾶσιν ἀναύδοις
- φθέγγεται ἰκμαλέην λαλαγὴν καὶ μοῦνος ἐδητὺν
- ἄψορρον προΐησιν ἀνὰ στόμα, δεύτερον αὖτις
- δαινύμενος, μήλοισιν ἀναπτύσσων ἴσα φορβήν.
- Ὅσσαι δʼ αὖ χήμῃσι περίπλεοι ἢ λεπάδεσσιν,
- ἐν δέ σφιν θαλάμαι τε καὶ αὔλια δύμεναι ἰχθῦς,
- τῇσι δὲ καὶ φάγροι καὶ ἀναιδέες ἀγριόφαγροι
- κέρκουροί τε μένουσι καὶ ὀψοφάγοι καὶ ἀνιγραὶ
- μύραιναι σαῦροί τε καὶ ὀψιμόρων γένος ὀρφῶν,
- οἳ πάντων περίαλλα κατὰ χθόνα δηθύνουσι
- ζωοὶ καὶ τμηθέντες ἔτι σπαίρουσι σιδήρῳ.
- ἄλλοι δʼ ἐν βένθεσσιν ὑπόβρυχα μιμνάζουσι
- φωλειοῖς, πρόβατόν τε καὶ ἥπατοι ἠδὲ πρέποντες,
- ἴφθιμοι μεγάλοι τε φυήν, νωθροὶ δὲ κέλευθα
- εἱλεῦνται· τὸ καὶ οὔποθʼ ἑὴν λείπουσι χαράδρην,
- ἀλλʼ αὐτοῦ λοχόωσι παραὶ μυχόν, ὅς κε πελάσσῃ,
- χειροτέροις ἀΐδηλον ἐπʼ ἰχθύσι πότμον ἄγοντες·
- ἐν καὶ ὄνος κείνοις ἐναρίθμιος, ὅς περὶ πάντων
- πτήσσει ὀπωρινοῖο κυνὸς δριμεῖαν ὁμοκλήν,
- μίμνει δʼ ἐγκαταδὺς σκότιον μυχόν, οὐδὲ πάροιθεν
- ἔρχεται, ὅσσον ἄησιν ἐπὶ χρόνον ἄγριος ἀστήρ.
- ἔστι δέ τις πέτρῃσιν ἁλικλύστοισι μεμηλώς,
- ξανθὸς ἰδεῖν, κεστρεῦσι φυὴν ἐναλίγκιος ἰχθύς,
- τὸν μερόπων ἕτεροι μὲν ἐπικλείουσιν ἄδωνιν,
- ἄλλοι δʼ ἐξώκοιτον ἐφήμισαν, οὕνεκα κοίτας
- ἐκτὸς ἁλὸς τίθεται, μοῦνος δʼ ἐπὶ χέρσον ἀμείβει,
- ὅσσοι γε βράγχη, στόματος πτύχας, ἀμφὶς ἔχουσιν.
- εὖτε γὰρ εὐνήσῃ χαροπῆς ἁλὸς ἔργα γαλήνη,
- αὐτὰρ ὅ γʼ ἐσσυμένοισι συνορμηθεὶς ῥοθίοισι,
- πέτραις ἀμφιταθεὶς ἀμπαύεται εὔδιον ὕπνον.
- ὀρνίθων δʼ ἁλίων τρομέει γένος, οἵ οἱ ἔασι
- δυσμενέες· τῶν ἤν τινʼ ἐσαθρήσῃ πελάσαντα,
- πάλλεται ὀρχηστῆρι πανείκελος, ὄφρα ἑ πόντου
- προπροκυλινδόμενον σπιλάδων ἄπο χεῦμα σαώσῃ.
- οἱ δὲ καὶ ἐν πέτρῃσι καὶ ἐν ψαμάθοισι νέμονται,
- ἀγλαΐῃ χρύσοφρυς ἐπώνυμος ἠδὲ δράκοντες
- σῖμοί τε γλαῦκοί τε καὶ ἀλκησταὶ συνόδοντες,
- σκορπίος ἀϊκτήρ, δίδυμον γένος, ἀμφότεραί τε
- σφύραιναι δολιχαὶ ῥαφίδες θʼ ἅμα τῇσιν ἀραιαί·
- ἐν δὲ χάραξ κοῦφοί τε κυβιστητῆρες ἔασι
- κωβιοί· ἐν δὲ μυῶν χαλεπὸν γένος, οἳ περὶ πάντων
- θαρσαλέοι νεπόδων καί τʼ ἀνδράσιν ἀντιφέρονται,
- οὔτι τόσοι περ ἐόντες· ἐπὶ στερεῇ δὲ μάλιστα
- ῥινῷ καὶ πυκινοῖσι πεποιθότες ἔνδον ὀδοῦσι,
- ἰχθύσι καὶ μερόπεσσιν ἀρειοτέροισι μάχονται.
- οἱ δʼ ἐν ἁμετρήτοισιν ἄλην πελάγεσσιν ἔχουσι,
- τηλοῦ ἀπὸ τραφερῆς οὐδʼ ᾐόσιν εἰσὶν ἑταῖροι,
- θύννοι μὲν θύνοντες, ἐν ἰχθύσιν ἔξοχοι ὁρμήν,
- κραιπνότατοι, ξιφίαι τε φερώνυμοι ἠδʼ ὑπέροπλος
- ὀρκύνων γενεὴ καὶ πρημάδες ἠδὲ κυβεῖαι,
- καὶ κολίαι σκυτάλαι τε καὶ ἱππούροιο γένεθλα.
- ἐν τοῖς καὶ κάλλιχθυς ἐπώνυμος, ἱερὸς ἰχθύς·
- ἐν κείνοις νέμεται καὶ πομπίλος, ὃν πέρι ναῦται
- ἅζονται, πομπῇ δʼ ἐπεφήμισαν οὔνομα νηῶν·
- ἔξοχα γὰρ νήεσσι γεγηθότες ὑγρὰ θεούσαις
- ἕσπονται πομπῆες ὁμόστολοι, ἄλλοθεν ἄλλος
- ἀμφιπερισκαίροντες ἐΰξυγον ἅρμα θαλάσσης
- τοίχους τʼ ἀμφοτέρους περί τε πρυμναῖα χαλινὰ
- οἰήκων, ἄλλοι δὲ περὶ πρώρην ἀγέρονται·
- οὐδέ κεν αὐτόμολον κείνων πλόον, ἀλλʼ ὑπὸ δεσμῷ
- φαίης εὐγόμφοισιν ἐνισχομένους πινάκεσσιν
- ἑλκομένους ἀέκοντας ἀναγκαίῃσιν ἄγεσθαι.
- τόσσον ἔρως γλαφυρῇσιν ἐφʼ ὁλκάσιν ἑσμὸν ἀγείρει.
- οἷον δὴ βασιλῆα φερέπτολιν ἠέ τινʼ ἄνδρα
- ἀθλοφόρον, θαλλοῖσι νεοστέπτοισι κομῶντα,
- παῖδές τʼ ἠΐθεοί τε καὶ ἀνέρες ἀμφιέποντες
- ὃν δόμον εἰσανάγουσι καὶ ἀθρόοι αἰὲν ἕπονται,
- εἰσόκεν εὐερκῆ μεγάρων ὑπὲρ οὐδὸν ἀμείψῃ·
- ὣς οἵ γʼ ὠκυπόροισιν ἀεὶ νήεσσιν ἕπονται,
- ὄφρʼ οὔτις γαίης ἐλάει φόβος· ἀλλʼ ὅτε χέρσον
- φράσσωνται, τραφερὴν δὲ μέγʼ ἐχθαίρουσιν ἄρουραν,
- αὖτις ἀφορμηθέντες ἀολλέες ἠΰτε νύσσης
- πάντες ἀποθρώσκουσι καὶ οὐκέτι νηυσὶν ἕπονται.
- σῆμα τόδε πλωτῆρσιν ἐτήτυμον ἐγγύθι γαίης
- ἔμμεναι, εὖτε λιπόντας ὁμοπλωτῆρας ἴδωνται.
- πομπίλε, ναυτιλίῃσι τετιμένε, σοὶ δέ τις ἀνὴρ
- εὐκραεῖς ἀνέμων τεκμαίρεται ἐλθέμεν αὔρας·
- εὔδια γὰρ στέλλῃ τε καὶ εὔδια σήματα φαίνεις.
- καὶ μὲν δὴ πελάγεσσιν ὁμῶς ἐχενηῒς ἑταίρη·
- ἡ δʼ ἦτοι ταναὴ μὲν ἰδεῖν, μῆκος δʼ ἰσόπηχυς,
- χροιὴ δʼ αἰθαλόεσσα, φυὴ δέ οἱ ἐγχελύεσσιν
- εἴδεται, ὀξὺ δέ οἱ κεφαλῆς στόμα νέρθε νένευκε
- καμπύλον, ἀγκίστρου περιηγέος εἴκελον αἰχμῇ.
- θαῦμα δʼ ὀλισθηρῆς ἐχενηΐδος ἐφράσσαντο
- ναυτίλοι· οὐ μὲν δή τις ἐνὶ φρεσὶ πιστώσαιτο
- εἰσαΐων· αἰεὶ γὰρ ἀπειρήτων νόος ἀνδρῶν
- δύσμαχος, οὐδʼ ἐθέλουσι καὶ ἀτρεκέεσσι πιθέσθαι·
- νῆα τιταινομένην ἀνέμου ζαχρηέος ὁρμῇ,
- λαίφεσι πεπταμένοισιν ἁλὸς διὰ μέτρα θέουσαν,
- ἰχθὺς ἀμφιχανὼν ὀλίγον στόμα νέρθεν ἐρύκει,
- πᾶσαν ὑποτρόπιος βεβιημένος· οὐδʼ ἔτι τέμνει
- κῦμα καὶ ἱεμένη, κατὰ δʼ ἔμπεδον ἐστήρικται,
- ἠΰτʼ ἐν ἀκλύστοισιν ἐεργομένη λιμένεσσι.
- καὶ τῆς μὲν λίνα πάντα περὶ προτόνοισι μέμυκε,
- ῥοχθεῦσιν δὲ κάλωες, ἐπημύει δὲ κεραίη,
- ῥιπῇ ἐπειγομένη, πρύμνῃ δʼ ἔπι πάντα χαλινὰ
- ἰθυντὴρ ἀνίησιν, ἐπισπέρχων ὁδὸν ἅλμης·
- ἡ δʼ οὔτʼ οἰήκων ἐμπάζεται οὔτʼ ἀνέμοισι
- πείθεται, οὐ ῥοθίοισιν ἐλαύνεται, ἀλλὰ παγεῖσα
- μίμνει τʼ οὐκ ἐθέλουσα καὶ ἐσσυμένη πεπέδηται,
- ἰχθύος οὐτιδανοῖο κατὰ στόμα ῥιζωθεῖσα·
- ναῦται δὲ τρομέουσιν, ἀείδελα δεσμὰ θαλάσσης
- δερκόμενοι καὶ θάμβος ἴσον λεύσσοντες ὀνείρῳ.
- ὡς δʼ ὅτʼ ἐνὶ ξυλόχοισιν ἀνὴρ λαιψηρὰ θέουσαν
- θηρητὴρ ἔλαφον δεδοκημένος ἄκρον ὀϊστῷ
- κῶλον ὑπὸ πτερόεντι βαλὼν ἐπέδησεν ἐρωῆς·
- ἡ δὲ καὶ ἐσσυμένη περ ἀναγκαίῃς ὀδύνῃσιν
- ἀμφιπαγεῖσʼ ἀέκουσα μένει θρασὺν ἀγρευτῆρα·
- τοίην νηΐ πέδην περιβάλλεται αἰόλος ἰχθὺς
- ἀντιάσας· τοίων δὲ φερωνυμίην λάχεν ἔργων.
- Χαλκίδες αὖ θρίσσαι τε καὶ ἀβραμίδες φορέονται
- ἀθρόαι, ἄλλοτε δʼ ἄλλον ἁλὸς πόρον, ἢ περὶ πέτρας
- ἢ πελάγη, δολιχοῖσί τʼ ἐπέδραμον αἰγιαλοῖσιν,
- αἰέν ἀμειβόμεναι ξείνην ὁδὸν ἠΰτ’ ἀλῆται.
- Ἀνθιέων δὲ μάλιστα νομαὶ πέτρῃσι βαθείαις
- ἔμφυλοι· ταῖς δʼ οὔτι παρέστιοι αἰὲν ἔασι,
- πάντῃ δὲ πλάζονται, ὅπῃ γένυς, ἔνθα κελεύει
- γαστὴρ καὶ λαίμαργος ἔρως ἀκόρητος ἐδωδῆς·
- ἔξοχα γὰρ παρὰ πάντας ἀδηφάγος οἶστρος ἐλαύνει
- κείνους καὶ νωδόν περ ὑπὸ στόμα χῶρον ἔχοντας.
- τέσσαρα δʼ ἀνθιέων μεγακήτεα φῦλα νέμονται,
- ξανθοί τʼ ἀργεννοί τε τὸ δὲ τρίτον αἷμα[*](αἷμα· εἷμα Koechly) κελαινοί·
- ἄλλους δʼ εὐωπούς τε καὶ αὐλωποὺς καλέουσιν,
- οὕνεκα τοῖς καθύπερθεν ἑλισσομένη κατὰ κύκλον
- ὀφρὺς ἠερόεσσα περίδρομος ἐστεφάνωται.
- δοιοὶ δὲ σκληροῖσιν ἀρηρότα γυῖα χιτῶσι
- φραξάμενοι κόλποισιν ἐνιπλώουσι θαλάσσης,
- κάραβος ὀξυπαγὴς ἠδʼ ἀστακός· οἱ δὲ καὶ ἄμφω
- πέτραις ἐνναίουσι καὶ ἐν πέτρῃσι νέμονται.
- ἄστακος αὖ πέρι δή τι καὶ οὐ φατὸν οἷον ἔρωτα
- οἰκείης θαλάμης κεύθει φρεσίν, οὐδέ ποτʼ αὐτῆς
- λείπεθʼ ἑκών, ἀλλʼ εἴ μιν ἀναγκαίῃ τις ἐρύσσας
- τῆλε φέρων ἑτέρωσε πάλιν πόντονδε μεθείη,
- αὐτὰρ ὅγʼ οὐ μετὰ δηρὸν ἑὴν νόστησε χαράδρην
- σπεύδων, οὐδʼ ἐθέλει ξεῖνον μυχὸν ἄλλον ἑλέσθαι,
- οὐδʼ ἑτέρης πέτρης ἐπιβάλλεται, ἀλλὰ διώκει
- καὶ δόμον ὃν κατέλειπε καὶ ἤθεα καὶ νομὸν ἅλμης
- κείνης ἥ μιν ἔφερβε καὶ οὐκ ἤχθηρε θάλασσαν,
- τῆς μιν ἀπεξείνωσαν ἁλίπλοοι ἀγρευτῆρες.
- ὣς ἄρα καὶ πλωτοῖσιν ἑὸς δόμος ἠδὲ θάλασσα
- πατρῴη καὶ χῶρος ἐφέστιος, ἔνθʼ ἐγένοντο,
- στάζει ἐνὶ κραδίῃ γλυκερὸν γάνος, οὐδʼ ἄρα μούνοις
- πατρὶς ἐφημερίοισι πέλει γλυκερώτατον ἄλλων·
- οὐδʼ ἀλεγεινότερον καὶ κύντερον, ὅς κεν ἀνάγκῃ
- φυξίπολιν πάτρης τελέσῃ βίον ἀλγινόεντα,
- ξεῖνος ἐν ἀλλοδαποῖσιν ἀτιμίης ζυγὸν ἕλκων.
- ἐν κείνῃ γενεῇ καὶ καρκίνοι εἰσὶν ἀλῆται
- καρίδων τε νομαὶ καὶ ἀναιδέα φῦλα παγούρων,
- οἵτε καὶ ἀμφιβίοις ἐναρίθμιον αἶσαν ἔχουσι.
- πάντες δʼ οἷσί τε κῶλον ὑπʼ ὀστράκῳ ἐστήρικται,
- ὄστρακον ἐκδύνουσι γεραίτερον, ἄλλο δʼ ἔνερθε
- σαρκὸς ὑπὲκ νεάτης ἀνατέλλεται· οἱ δὲ πάγουροι,
- ἡνίκα ῥηγνυμένοιο βίην φράσσωνται ἐλύτρου,
- πάντῃ μαιμώωσιν ἐδητύος ἰσχανόωντες,
- ῥηϊτέρη ῥινοῖο διάκρισις ὄφρα γένηται
- πλησαμένων· εὖτʼ ἄν δὲ διατμαγὲν ἕρκος ὀλίσθῃ,
- οἱ δʼ ἦτοι πρῶτον μὲν ἐπὶ ψαμάθοισι τέτανται
- αὔτως, οὔτε βορῆς μεμνημένοι οὔτε τευ ἄλλου,
- ἐλπόμενοι φθιμένοισι μετέμμεναι οὐδʼ ἔτι θερμὸν
- ἐμπνείειν, ῥινῷ δὲ περιτρομέουσιν ἀραιῇ
- ἀρτιφύτῳ· μετὰ δʼ αὖτις ἀγειρόμενοι νόον ἤδη
- βαιὸν θαρσήσαντες ἀπὸ ψαμάθοιο πάσαντο·
- τόφρα δὲ θυμὸν ἔχουσιν ἀμήχανον ἀδρανέοντες,
- ὄφρα περὶ μελέεσσι νέον σκέπας ἀμφιπαγείη.
- ὡς δέ τις ἰητὴρ νουσαχθέα φῶτα κομίζων
- ἤμασι μὲν πρώτοισι βορῆς ἀπόπαστον ἐρύκει,
- πήματος ἀμβλύνων μαλερὸν σθένος, αὐτὰρ ἔπειτα
- τυτθὰ βορῆς ὤρεξε νοσήλια, μέχρις ἅπασαν
- ἄτην γυιοβόρους τε δύας ὀδύνας τε καθήρῃ·
- ὣς οἵγʼ ἀρτιφύτοισιν ἀναΐσσουσιν ἐλύτροις
- δειδιότες νούσοιο κακὰς ὑπὸ κῆρας ἀλύξαι.
- ἄλλοι δʼ ἑρπυστῆρες ἁλὸς ναίουσιν ἐναύλους,
- πουλύποδες σκολιοὶ καὶ κορδύλος ἠδʼ ἁλιεῦσιν
- ἐχθομένη σκολόπενδρα καὶ ὀσμύλος· οἱ δὲ καὶ αὐτοὶ
- ἀμφίβιοι· καί πού τις ἀνὴρ ἴδεν ἀγροιώτης
- γηπόνος, ἀγχιάλοισι φυτηκομίῃσι μεμηλώς,
- ὀσμύλον εὐκάρποις ἢ πούλυπον ἀμφὶ κράδῃσι
- πλεγνύμενον γλυκερόν τε φυτῶν ἀπὸ καρπὸν ἔδοντα.
- τοῖς δὲ μεθʼ ἑρπυστῆρσιν ἴσον λάχεν οἶμα δολόφρων
- σηπίη· ἄλλα δὲ φῦλα μετʼ οἴδμασιν ὀστρακόρινα,
- πολλὰ μὲν πέτρῃσι, τὰ δʼ ἐν ψαμάθοισι νέμονται,
- νηρῖται στρόμβων τε γένος καὶ πορφύραι αὐταὶ
- κήρυκές τε μύες τε καὶ ἀτρεκὲς οὔνομα σωλὴν
- ὄστρεά θʼ ἑρσήεντα καὶ ὀκριόεντες ἐχῖνοι·
- τοὺς εἴ τις καὶ τυτθὰ διατμήξας ἐνὶ πόντῳ
- ῥίψῃ, συμφυέες τε παλίνζωοί τε νέμονται.
- Καρκινάσιν δʼ αὐταῖς μὲν ἐπʼ ὄστρακον οὔτι πέφυκεν
- ἐκ γενετῆς, γυμναὶ δὲ καὶ ἀσκεπέες καὶ ἀφαυραὶ
- τίκτονται, κτητοὺς δὲ δόμους ἐπιμηχανόωνται,
- ἀβληχροῖς μελέεσσι νόθον σκέπας ἀμφιβαλοῦσαι·
- εὖτε γὰρ ἀθρήσωσι λελειμμένον ὀρφανὸν αὔτως
- ὄστρακον, οἰκητῆρος ἀνέστιον οἰχομένοιο,
- αἵδʼ εἴσω καταδῦσαι ὑπʼ ἀλλοτρίοισιν ἐλύτροις
- ἑζόμεναι ναίουσι καὶ ὃν κτήσαντο μέλαθρον·
- τῷ δὲ συνερπύζουσι καὶ ἔνδοθεν ἕρκος ἄγουσιν,
- εἴτε τι νηρίτης ἔλιπε σκέπας εἴτε τι κῆρυξ
- ἢ στρόμβος· στρόμβων δὲ δύσεις φιλέουσι μάλιστα,
- οὕνεκεν εὐρεῖαί τε μένειν κοῦφαί τε φέρεσθαι.
- ἀλλʼ ὅτʼ ἀεξομένη πλήσῃ μυχὸν ἔνδον ἐοῦσα
- καρκινάς, οὐκέτι κεῖνον ἔχει δόμον, ἀλλὰ λιποῦσα
- δίζεται εὐρύτερον κόχλου κύτος ἀμφιβαλέσθαι.
- πολλάκι δὲ γλαφυρῆς κύμβης πέρι καρκινάδεσσιν
- ἀλκὴ καὶ μέγα νεῖκος ἐγείρεται, ἐκ δʼ ἐλάσασα
- κρείττων χειροτέρην δόμον ἄρμενον ἀμφέθετʼ αὐτή.
- ἔστι δέ τις γλαφυρῷ κεκαλυμμένος ὀστράκῳ ἰχθύς,
- μορφὴν πουλυπόδεσσιν ἀλίγκιος, ὃν καλέουσι
- ναυτίλον, οἰκείῃσιν ἐπικλέα ναυτιλίῃσι·
- ναίει μὲν ψαμάθοις, ἀνὰ δʼ ἔρχεται ἄκρον ἐς ὕδωρ
- πρηνής, ὄφρα κε μή μιν ἐνιπλήσειε θάλασσα·
- ἀλλʼ ὅτʼ ἀναπλώσῃ ῥοθίων ὕπερ Ἀμφιτρίτης,
- αἶψα μεταστρεφθεὶς ναυτίλλεται, ὥστʼ ἀκάτοιο
- ἴδρις ἀνήρ· δοιοὺς μὲν ἄνω πόδας ὥστε κάλωας
- ἀντανύει, μέσσος δὲ διαρρέει ἠΰτε λαῖφος
- λεπτὸς ὑμήν, ἀνέμῳ τε τιταίνεται· αὐτὰρ ἔνερθε
- δοιοὶ ἁλὸς ψαύοντες, ἐοικότες οἰήκεσσι,
- πομποί τʼ ἰθύνουσι δόμον καὶ νῆα καὶ ἰχθύν.
- ἀλλʼ ὅτε ταρβήσῃ σχεδόθεν κακόν, οὐκέτʼ ἀήταις
- φεύγει ἐπιτρέψας, σὺν δʼ ἔσπασε πάντα χαλινά,
- ἱστία τʼ οἴηκάς τε, τὸ δʼ ἀθρόον ἔνδον ἔδεκτο
- κῦμα βαρυνόμενός τε καθέλκεται ὕδατος ὁρμῇ.
- ὦ πόποι, ὃς πρώτιστος ὄχους ἁλὸς εὕρατο νῆας,
- εἴτʼ οὖν ἀθανάτων τις ἐπεφράσατʼ εἴτε τις ἀνὴρ
- τολμήεις πρώτιστος ἐπεύξατο κῦμα περῆσαι,
- ἦ που κεῖνον ἰδὼν πλόον ἰχθύος εἴκελον ἔργον
- δουροπαγὲς τόρνωσε, τὰ μὲν πνοιῇσι πετάσσας
- ἐκ προτόνων, τὰ δʼ ὄπισθε χαλινωτήρια νηῶν.
- κήτεα δʼ ὀβριμόγυια, πελώρια, θαύματα πόντου,
- ἀλκῇ ἀμαιμακέτῳ βεβριθότα, δεῖμα μὲν ὅσσοις
- εἰσιδέειν, αἰεὶ δʼ ὀλοῇ κεκορυθμένα λύσσῃ,
- πολλὰ μὲν εὐρυπόροισιν ἐνιστρέφεται πελάγεσσιν,
- ἔνθα Ποσειδάωνος ἀτέκμαρτοι περιωπαί,
- παῦρα δὲ ῥηγμίνων σχεδὸν ἔρχεται, ὅσσα φέρουσιν
- ἠϊόνες βαρύθοντα καὶ οὐκ ἀπολείπεται ἅλμης·
- τῶν ἦτοι κρυερός τε λέων βλοσυρή τε ζύγαινα
- πορδάλιές τʼ ὀλοαὶ καὶ φύσαλοι αἰθυκτῆρες·
- ἐν δὲ μέλαν θύννων ζαμενὲς γένος, ἐν δὲ δαφοινὴ
- πρῆστις ἀταρτηρῆς τε δυσαντέα χάσματα λάμνης,
- μάλθη τʼ οὐ[*](v. l. μάλθη θ’ ἡ.) μαλακῇσιν ἐπώνυμος ἀδρανίῃσι,
- κριοί τʼ ἀργαλέοι καὶ ἀπαίσιον ἄχθος ὑαίνης
- καὶ κύνες ἁρπακτῆρες ἀναιδέες· ἐν δὲ κύνεσσι
- τριχθαδίη γενεή· τὸ μὲν ἄγριον ἐν πελάγεσσι
- κήτεσι λευγαλέοις ἐναρίθμιον· ἄλλα δὲ φῦλα
- διπλόα καρτίστοισι μετʼ ἰχθύσι δινεύονται
- πηλοῖς ἐν βαθέεσσι· τὸ μὲν κέντροισι κελαινοῖς
- κεντρίναι αὐδώωνται ἐπώνυμοι· ἄλλο δʼ ὁμαρτῇ
- κλείονται γαλεοί· γαλεῶν δʼ ἑτερότροπα φῦλα
- σκύμνοι καὶ λεῖοι καὶ ἀκανθίαι· ἐν δʼ ἄρα τοῖσι
- ῥῖναι ἀλωπεκίαι καὶ ποικίλοι· εἴκελα δʼ ἔργα
- πᾶσιν ὁμοῦ φορβή τε σύν ἀλλήλοις τε νέμονται.
- δελφῖνες δʼ ἀκταῖς τε πολυρραθάγοισι γάνυνται
- καὶ πελάγη ναίουσι, καὶ οὔποθι νόσφι θάλασσα
- δελφίνων· περὶ γάρ σφε Ποσειδάων ἀγαπάζει·
- οὕνεκά οἱ κούρην κυανώπιδα Νηρηΐνην
- μαιομένῳ φεύγουσαν ἑὸν λέχος Ἀμφιτρίτην
- φρασσάμενοι δελφῖνες ἐν Ὠκεανοῖο δόμοισι
- κευθομένην ἤγγειλαν· ὁ δʼ αὐτίκα κυανοχαίτης
- παρθένον ἐξήρπαξεν ἀναινομένην τε δάμασσε.
- καὶ τὴν μὲν παράκοιτιν, ἁλὸς βασίλειαν, ἔθηκε,
- ἀγγελίης δʼ ᾔνησεν ἐνηέας οὓς θεράποντας,
- κλήρῳ δʼ ἐν σφετέρῳ περιώσιον ὤπασε τιμήν.
- ἔστι δʼ ἀμειλίκτοις ἐνὶ κήτεσιν ἅσσα καὶ ἅλμης
- ἐκτὸς ἐπὶ τραφερῆς φυσίζοον ἔρχεται οὖδας·
- δηρὸν δʼ ἠϊόνεσσι καὶ ἀγχιάλοισιν ἀρούραις
- μίσγοντʼ ἐγχέλυές τε καὶ ἀσπισδόεσσα χελώνη
- καστορίδες τʼ ὀλοαὶ δυσπενθέες, αἵ τʼ ἀλεγεινὴν
- ὄσσαν ἐπὶ κροκάλῃσιν ἀπαίσιον ὠρύονται
- ἀνδράσιν· ὃς δέ κε γῆρυν ἐν οὔασιν ἀλγινόεσσαν
- δέξηται στυγερῆς τʼ ἐνοπῆς κωκυτὸν ἀκούσῃ,
- οὐ τηλοῦ θανάτοιο τάχʼ ἔσσεται, ἀλλά οἱ ἄτην
- καὶ μόρον αἰνοτάτη κείνη μαντεύεται αὐδή.
- ναὶ μὴν καὶ φάλαιναν ἀναιδέα φασὶ θαλάσσης
- ἐκβαίνειν χέρσονδε καὶ ἠελίοιο θέρεσθαι.
- φῶκαι δʼ ἐννύχιαι μέν ἀεὶ λείπουσι θάλασσαν,
- πολλάκι δʼ ἠμάτιαι πέτραις ἐνὶ καὶ ψαμάθοισιν
- εὔκηλοι μίμνουσι καὶ ἔξαλον ὕπνον ἔχουσι.
- Ζεῦ πάτερ, ἐς δὲ σὲ πάντα καὶ ἐκ σέθεν ἐρρίζωνται·
- εἴτʼ οὖν αἰθέρος οἶκον ὑπέρτατον εἵτʼ ἄρα πάντῃ
- ναιετάεις· θνητῷ γὰρ ἀμήχανον ἐξονομῆναι.
- οἵῃ σὺν φιλότητι διακρίνας ἐκέδασσας
- αἰθέρα τʼ αἰγλήεντα καὶ ἠέρα καὶ χυτὸν ὕδωρ
- καὶ χθόνα παμμήτειραν, ἀπʼ ἀλλήλων μὲν ἕκαστα,
- πάντα δʼ ἐν ἀλλήλοισιν ὁμοφροσύνης ὑπὸ δεσμῷ
- ἀρρήκτῳ συνέδησας, ἀναγκαίῃ δʼ ἐπέρεισας
- ἀστεμφῆ πάγκοινον ὑπό ζυγόν· οὔτε γὰρ αἰθὴρ
- ἠέρος οὔτʼ ἀήρ ἄτερ ὕδατος, οὐδὲ μὲν ὕδωρ
- γαίης νόσφι τέτυκται, ἐν ἀλλήλοις δὲ φύονται,
- πάντα δʼ ὁδὸν μίαν εἶσι, μίαν δʼ ἀνελίσσετʼ ἀμοιβήν.
- τοὔνεκα καὶ ξυνῇσιν ὁμηρεύουσι γενέθλαις
- ἀμφιβίων· καὶ τοὶ μὲν ἀναστείχουσʼ ἐπὶ γαῖαν
- ποντόθεν, ἄλλοι δʼ αὖτε κατʼ ἠέρος Ἀμφιτρίτῃ
- μίσγονται, κοῦφοί τε λάροι στονόεντά τε φῦλα
- ἁλκυόνων κρατεροί θʼ ἁλιαίετοι ἁρπακτῆρες
- ἄλλα θʼ ὅσʼ ἰχθυάᾳ διερῆς τʼ ἐπιβάλλεται ἄγρης.
- ἠέρα δʼ αὖ τέμνουσι καὶ εἰνάλιοί περ ἐόντες
- τευθίδες ἱρήκων τε γένος βυθίη τε χελιδών·
- οἱ δʼ ὅτε ταρβήσωσιν ὑπέρτερον ἐγγύθεν ἰχθύν,
- ἐξ ἁλὸς ἀνθρώσκουσι καὶ ἠέριοι ποτέονται.
- ἀλλʼ αἱ μὲν καὶ τῆλε καὶ ὑψόθι ταρσὸν ἱεῖσι
- τευθίδες· ἧτε κεν ὄρνιν ὀΐσσεαι οὐδὲ μὲν ἰχθὺν
- εἰσοράαν, ἀγεληδὸν ὅθʼ ὁρμήσωσι πέτεσθαι·
- αἱ δʼ ἄρα τῶν ὑπένερθε χελιδόνες οἶμον ἔχουσι·
- ἵρηκες δʼ αὐτῆς ἅλμης σχεδὸν ἠερέθονται,
- ἄκρον ἐπιψαύοντες ἁλὸς πόρον, ὅσσον ἰδέσθαι
- ἄμφω νηχομένοισι καὶ ἱπταμένοισιν ὁμοῖοι.
- αἵδε μὲν ὥστε πόληες ἐν ἰχθύσιν, οἵδε θʼ ὅμιλοι
- κεκριμένοι γεγάασιν ἁλιπλάγκτοιο γενέθλης.
- τῶν δʼ οἱ μὲν μὲν πλάζονται ἀολλέες, αἰόλα φῦλα,
- πώεσιν ἤ στρατιῇσιν ἐοικότες, οἵ τʼ ἀγελαῖοι
- κέκληνται· τοὶ δʼ αὖτε κατὰ στίχας· οἱ δὲ λόχοισιν
- εἴκελοι ἢ δεκάδεσσιν· ὁ δʼ ἔρχεται οἶος ἀπʼ ἄλλων
- μουναδὸν ὁρμηθείς· περόωσι δὲ δίζυγες ἄλλοι·
- οἱ δʼ αὐτοῦ θαλάμῃσιν ἐν οἰκείῃσι μένουσι.
- χείματι μὲν δὴ πάντες ἀελλάων στροφάλιγγας
- σμερδαλέας αὐτοῦ τε δυσηχέος οἴδματα πόντου
- ἔξοχα δειμαίνουσιν· ἐπεὶ περιώσιον ἄλλων
- ἰχθυόεντα γένεθλα φίλην πέφρικε θάλασσαν
- μαινομένην· τότε δʼ οἱ μὲν ἀμησάμενοι πτερύγεσσι
- ψάμμον ὑποπτήσσουσιν ἀνάλκιδες· οἱ δʼ ὑπὸ πέτραις
- εἰλόμενοι δύνουσιν ἀολλέες· οἱ δὲ βάθιστα
- ἐς πελάγη φεύγουσι κάτω μυχάτην ὑπὸ βύσσαν·
- κεῖνα γὰρ οὔτε λίην προκυλίνδεται οὔθʼ ὑπʼ ἀήταις
- πρυμνόθεν εἱλεῖται, διὰ δʼ ἔσσυται οὔτις ἄελλα
- ῥίζαν ἁλὸς νεάτην· μέγα δέ σφισι βένθος ἐρύκει
- ῥιγεδανὰς ὀδύνας καὶ ἀπηνέα χείματος ὁρμήν.
- ἀλλʼ ὁπότʼ ἀνθεμόεσσαι ἐπὶ χθονὸς εἴαρος ὧραι
- πορφύρεον γελάσωσιν, ἀναπνεύσῃ δὲ θάλασσα
- χείματος εὐδιόωσα γαληναίη τε γένηται
- ἤπια κυμαίνουσα, τότʼ ἰχθύες ἄλλοθεν ἄλλοι
- πανσυδίῃ φοιτῶσι γεγηθότες ἐγγύθι γαίης.
- ὡς δὲ πολυρραίσταο νέφος πολέμοιο φυγοῦσα
- ὀλβίη ἀθανάτοισι φίλη πόλις, ἥν ῥά τε δηρὸν
- δυσμενέων πάγχαλκος ἐπεπλήμμυρε θύελλα,
- ὀψὲ δʼ ἀπολλήξασα καὶ ἀμπνεύσασα μόθοιο
- ἀσπασίως γάνυταί τε καὶ εἰρήνης καμάτοισι
- τέρπεται ἁρπαλέοισι καὶ εὔδιος εἰλαπινάζει,
- ἀνδρῶν τε πλήθουσα χοροιτυπίης τε γυναικῶν·
- ὣς οἱ λευγαλέους τε πόνους καὶ φρῖκα θαλάσσης
- ἀσπασίως προφυγόντες, ὑπεὶρ ἅλα καγχαλόωντες,
- θρώσκοντες θύνουσι χοροιτυπέουσιν ὁμοῖοι.
- εἴαρι δὲ γλυκὺς οἶστρος ἀναγκαίης Ἀφροδίτης
- καὶ γάμοι ἡβώωσι καὶ ἀλλήλων φιλότητες
- πᾶσιν, ὅσοι γαῖάν τε φερέσβιον οἵ τʼ ἀνὰ κόλπους
- ἠέρος οἵ τʼ ἀνὰ πόντον ἐριβρύχην δονέονται.
- εἴαρι δὲ πλεῖστον νεπόδων γένος Εἰλείθυιαι
- ὠοφόρων παύουσι βαρυνομένων ὠδίνων.
- αἱ μὲν γὰρ γενεῆς κεχρημέναι ἠδὲ τόκοιο
- θήλεες ἐν ψαμάθοισιν ἀποθλίβουσιν ἀραιὰς
- γαστέρας· οὐ γὰρ ῥεῖα διΐσταται, ἀλλʼ ἐνέχονται
- ὠὰ μετʼ ἀλλήλοισιν ἀρηρότα νηδύος εἴσω,
- φύρδην συμπεφυῶτα· τὰ δʼ ἀθρόα πῶς κε τέκοιεν;
- στεινόμεναι δʼ ὀδύνῃσι μόγις κρίνουσι γενέθλην.
- ὡς οὐ ῥηϊδίην γενεὴν οὐδʼ ἰχθύσι Μοῖραι
- ὤπασαν, οὐδʼ ἄρα μοῦνον ἐπιχθονίῃσι γυναιξὶν
- ἄλγεα, πάντῃ δʼ εἰσὶν ἐπαχθέες Εἰλείθυιαι.
- ἄρσενες αὖτʼ ἄλλοι μὲν ἐπʼ ἰχθύσι κῆρας ἄγοντες
- δαιτυμόνες ῥηγμῖσιν ἐπειγόμενοι πελάουσιν·
- ἄλλοι δʼ αὖ μετόπισθε διωκόμενοι προθέουσι
- θηλυτέραις ἀγέλῃσιν, ἐπεὶ φιλότητος ἔρωτι
- ἑλκόμεναι σπεύδουσι μετʼ ἄρσενας ἀσχέτῳ ὁρμῇ.
- ἔνθʼ οἱ μὲν σφετέρας ἐπὶ γαστέρας ἀλλήλοισι
- τριβόμενοι θορὸν ὑγρὸν ἀπορραίνουσιν ὄπισθεν,
- αἱ δʼ οἴστρῳ μεμαυῖαι ἐπαΐγδην στομάτεσσι
- κάπτουσιν· τοίῳ δὲ γάμῳ πλήθουσι γόνοιο.
- πλεῖστος μὲν νόμος οὗτος ἐν ἰχθύσιν· οἱ δὲ καὶ εὐνὰς
- καὶ θαλάμους ἀλόχους τε διακριδὸν ἀμφὶς ἔχουσι
- ζευξάμενοι· πολλὴ γὰρ ἐν ἰχθύσιν ἔστʼ Ἀφροδίτη
- Οἶστρός τε Ζῆλός τε, βαρὺς θεός, ὅσσα τε τίκτει
- θερμὸς Ἔρως, ὅτε λάβρον ἐνὶ φρεσὶ κῶμον ὀρίνει.
- πολλοὶ δʼ ἀλλήλοισι διασταδὸν εἵνεκεν εὐνῆς
- μάρνανται, μνηστῆρσιν ἐοικότες, οἵ περὶ νύμφην
- πολλοὶ ἀγειρόμενοι καὶ ὁμοίϊοι ἀντιφέρονται
- ὄλβῳ τʼ ἀγλαΐῃ τε· τὰ δʼ ἰχθύσιν οὐ παρέασιν,
- ἀλλʼ ἀλκὴ γένυές τε καὶ ἔνδοθι κάρχαρον ἕρκος,
- τοῖσιν ἀεθλεύουσι καὶ ἐς γάμον ὁπλίζονται·
- τοῖσι δʼ ὅ κεν προβάληται, ὁμοῦ γάμον εὕρατο νίκῃ.
- καὶ τοὶ μὲν πλεόνεσσιν ὁμευναίαις ἀλόχοισι
- τέρπονται, σάργων τε γένος καὶ κόσσυφος αἴθων·
- τοὶ δὲ μίαν στέργουσι καὶ ἀμφιέπουσιν ἄκοιτιν,
- κάνθαροι αἰτναῖοί τε, καὶ οὐ πλεόνεσσι γάνυνται.
- ἀλλʼ οὐκ ἐγχελύεσσιν ὁμοίϊον οὔτε χελώναις
- οὔτʼ οὖν πουλυπόδεσσι γάμου τέλος οὔτε κελαινῇ
- μυραίνῃ, λεχέων δὲ παράτροπον αἶσαν ἔχουσιν·
- αἱ μὲν γὰρ σπειρηδὸν ἐν ἀλλήλῃσι χυθεῖσαι
- ἐγχέλυες δέμας ὑγρὸν ἀναστρωφῶσι θαμειαὶ
- πλεγνύμεναι, τάων δὲ κατείβεται εἴκελος ἀφρῷ
- ἰχώρ, ἐν ψαμάθοις τε καλύπτεται· ἡ δέ μιν ἰλὺς
- δεξαμένη κυέει τε καὶ ἐγχελύων τέκεν ὁλκούς.
- τοίη καὶ γόγγροισιν ὀλισθηροῖσι γενέθλη.
- αἱ δὲ μέγα τρομέουσι καὶ ἐχθαίρουσι χελῶναι
- ὃν γάμον· οὐ γὰρ τῇσιν ἐφίμερος οἷα καὶ ἄλλοις
- τερπωλὴ λεχέων, πολὺ δὲ πλέον ἄλγος ἔχουσι·
- σκληρὸν γὰρ μάλα κέντρον ἐν ἄρσεσιν εἰς Ἀφροδίτην,
- ὀστέον οὐκ ἐπιεικτόν, ἀτερπέϊ θήγεται εὐνῇ.
- τοὔνεκα μάρνανταί τε παλιγνάμπτοισί τʼ ὀδοῦσιν
- ἀλλήλους δάπτουσιν, ὅτε σχεδὸν ἀντιάσωσιν,
- αἱ μὲν ἀλευόμεναι τρηχὺν γάμον, οἱ δʼ ἀεκουσῶν
- εὐνῆς ἱμείροντες ἑκούσιοι, εἰσόκεν ἀλκῇ
- νικήσας ζεύξῃ μιν ἀναγκαίῃ φιλότητι,
- ἠΰτε ληϊδίην, πολέμου γέρας. εἴκελα δʼ εὐνῆς
- ἔργα κυσὶ χθονίοισι καὶ εἰναλίῃσι χελώναις·
- εἴκελα καὶ φώκῃσιν· ἐπεὶ μάλα δηρὸν ἕκαστοι
- ἐξόπιθεν συνέχονται, ἀρηρότες ἠΰτε δεσμῷ.
- πουλύποδος δʼ ὀλοοί τε γάμοι καὶ πικρὸς ὄλεθρος
- συμφέρεται, ξυνὸν δὲ τέλος θανάτοιο καὶ εὐνῆς·
- οὐ γὰρ πρὶν φιλότητος ἀπίσχεται οὐδʼ ἀπολήγει,
- πρίν μιν ἀπὸ μελέων προλίπῃ σθένος ἀδρανέοντα,
- αὐτὸς δʼ ἐν ψαμάθοισι πεσὼν ἀμενηνὸς ὄληται·
- πάντες γάρ μιν ἔδουσιν, ὅσοι σχεδὸν ἀντιάσωσι,
- καρκινάδες δειλαὶ καὶ καρκίνοι ἠδὲ καὶ ἄλλοι
- ἰχθύες, οὓς πάρος αὐτὸς ἐδαίνυτο ῥεῖα μεθέρπων·
- τοῖς ὑπὸ καὶ ζωός περ ἐὼν ἔτι κείμενος αὔτως,
- οὐδὲν ἀμυνόμενος, δαιτρεύεται, ὄφρα θάνῃσι.
- τοίῳ δυστερπεῖ φιλοτησίῳ ὄλλυτʼ ὀλέθρῳ.
- ὣς δʼ αὔτως καὶ θῆλυς ὑπʼ ὠδίνων μογέουσα
- ὄλλυται· οὐ γὰρ τῇσιν ἀποκριδὸν οἷα καὶ ἄλλοις
- ὠὰ διαθρώσκουσιν, ἀρηρότα δʼ ἀλλήλοισι
- βοτρυδὸν στεινοῖο μόγις διανίσσεται αὐλοῦ.
- τοὔνεκα καὶ λυκάβαντος ὑπέρτερον οὔποτε μέτρον
- πουλύποδες ζώουσιν· ἀποφθινύθουσι γὰρ αἰεὶ
- αἰνοτάτοισι γάμοισι καὶ αἰνοτάτοισι τόκοισιν.
- ἀμφὶ δὲ μυραίνης φάτις ἔρχεται οὐκ ἀΐδηλος,
- ὥς μιν ὄφις γαμέει τε καὶ ἐξ ἁλὸς ἔρχεται αὐτὴ
- πρόφρων, ἱμείρουσα παρʼ ἱμείροντα γάμοιο.
- ἤτοι ὁ μὲν φλογέῃ τεθοωμένος ἔνδοθι λύσσῃ
- μαίνεται εἰς φιλότητα καὶ ἐγγύθι σύρεται ἀκτῆς
- πικρὸς ἔχις· τάχα δὲ γλαφυρὴν ἐσκέψατο πέτρην,
- τῇ δʼ ἔνι λοίγιον ἰὸν ἀπήμεσε, πάντα δʼ ὀδόντων
- ἔπτυσε πευκεδανόν, ζαμενῆ χόλον, ὄλβον ὀλέθρου,
- ὄφρα γάμῳ πρηΰς τε καὶ εὔδιος ἀντιάσειε.
- στὰς δʼ ἄρʼ ἐπὶ ῥηγμῖνος ἑὸν νόμον ἐρροίζησε
- κικλήσκων φιλότητα· θοῶς δʼ ἐσάκουσε κελαινὴ
- ἰϋγὴν μύραινα καὶ ἔσσυτο θᾶσσον ὀϊστοῦ.
- ἡ μὲν ἄρʼ ἐκ πόντοιο τιταίνεται, αὐτὰρ ὁ πόντου
- ἐκ γαίης πολιοῖσιν ἐπεμβαίνει ῥοθίοισιν·
- ἄμφω δʼ ἀλλήλοισιν ὁμιλῆσαι μεμαῶτε
- συμπεσέτην, ἔχιος δὲ κάρη κατέδεκτο χανοῦσα
- νύμφη φυσιόωσα· γάμῳ δʼ ἐπιγηθήσαντες
- ἡ μὲν ἁλὸς πάλιν εἶσι μετʼ ἤθεα, τὸν δʼ ἐπὶ χέρσον
- ὁλκὸς ἄγει, κρυερὸν δὲ πάλιν μεταχεύεται ἰὸν
- λάπτων, ὃν πάρος ἧκε καὶ ἐξήφυσσεν ὀδόντων.
- ἢν δʼ ἄρα μή τι κίχῃ κεῖνον χόλον, ὅνπερ ὁδίτης,
- ἀτρεκέως ἐσιδών μιν, ἀπέκλυσεν ὕδατι λάβρῳ,
- αὐτὰρ ὅ γʼ ἀσχαλόων ῥίπτει δέμας, εἰσόκε μοῖραν
- λευγαλέοιο λάβῃσιν ἀνωϊστου θανάτοιο,
- αἰδόμενος, ὅτʼ ἄναλκις ὅπλων γένεθʼ οἷς ἐπεποίθει,
- ἔμμενʼ ὄφις, πέτρῃ δὲ συνώλεσε καὶ δέμας ἰῷ.
- δελφῖνες δʼ ἄνδρεσσιν ὁμῶς γάμον ἐντύνονται
- μήδεά τʼ ἀνδρομέοισι πανείκελα καρτύνονται·
- οὐδʼ αἰεὶ προφανὴς πόρος ἄρσενος, ἀλλά οἱ εἴσω
- κέκρυπται, λεχέων δὲ κατὰ χρέος ἕλκεται ἔξω.
- τοῖαι μὲν φιλότητες ἐν ἰχθύσιν ἠδὲ καὶ εὐναί.
- ἄλλος δʼ ἀλλοίῃ λεχέων ἱμείρεται ὥρῃ,
- καὶ γενεὴν προφέρει· τοῖς μὲν θέρος, οἷσι δὲ χεῖμα,
- τοῖς δʼ ἔαρ ἢ φθινύθουσα τόκον προὔφηνεν ὀπώρη.
- καὶ τοὶ μὲν λυκάβαντι μίαν μογέουσι γενέθλην
- οἱ πλεῖστοι, λάβραξ δὲ δὶς ἄχθεται Εἰλειθυίαις·
- τρίγλαι δὲ τριγόνοισιν ἐπώνυμοί εἰσι γονῇσι·
- σκορπίος αὖ τετόρεσσι φέρει βέλος ὠδίνεσσι·
- πέντε δὲ κυπρίνοισι γοναὶ μούνοισιν ἔασιν·
- οἴου δʼ οὔποτέ φασι γένος φράσσασθαι ὀνίσκου,
- ἀλλʼ ἔτι τοῦτʼ ἀΐδηλον ἐν ἀνθρώποισι τέτυκται.
- Εὖτʼ ἂν δʼ εἰαρινοῖο περιπλήθωσι γόνοιο
- ἰχθύες ὠοτόκοι, τοὶ μὲν κατὰ χῶρον ἕκαστοι
- εὔκηλοι μίμνουσιν ἐνὶ σφετέροισι δόμοισι·
- πολλοὶ δʼ ἀγρόμενοι ξυνὴν ὁδὸν ὁρμώωνται
- Εὔξεινον μετὰ πόντον, ἵνʼ αὐτόθι τέκνα τέκωνται.
- κεῖνος γὰρ πάσης γλυκερώτερος Ἀμφιτρίτης
- κόλπος, ἀπειρεσίοισι καὶ εὐΰδροις ποταμοῖσιν
- ἀρδόμενος, μαλακαὶ δὲ πολυψάμαθοί τʼ ἐπιωγαί·
- ἐν δέ οἱ εὐφυέες τε νομαὶ καὶ ἀκύμονες ἀκταὶ
- πέτραι τε γλαφυραὶ καὶ χηραμοὶ ἰλυόεντες
- ἄκραι τε σκιεραὶ καὶ ὅσʼ ἰχθύσι φίλτατʼ ἔασιν·
- ἐν δέ οἱ οὔτε τι κῆτος ἀνάρσιον οὔτε τι πῆμα
- ἐντρέφεται νεπόδεσσιν ὀλέθριον οὐδὲ μὲν ὅσσοι
- δυσμενέες γεγάασιν ἐπʼ ἰχθύσι βαιοτέροισιν
- ὁλκοὶ πουλυπόδων οὐδʼ ἀστακοὶ οὐδὲ πάγουροι·
- παῦροι μὲν δελφῖνες, ἀκιδνότεροι δὲ καὶ αὐτοὶ
- κητείης γενεῆς καὶ ἀκήδεες ἐννεμέθονται.
- τοὔνεκεν ἰχθύσι κεῖνο πέλει κεχαρισμένον ὕδωρ
- ἐκπάγλως καὶ πολλὸν ἐπισπεύδουσι νέεσθαι.
- στέλλονται δʼ ἅμα πάντες ὁμιλαδόν, ἄλλοθεν ἄλλος
- εἰς ἕν ἀγειρόμενοι, μία δέ σφισι πᾶσι κέλευθος
- πομπή τε ῥιπή τε καὶ αὖ παλινόστιμος ὁρμή.
- Θρηΐκιον δʼ ἀνύουσι Βοὸς Πόρον αἰολόφυλοι
- ἑσμοὶ Βεβρυκίην τε παρὲξ ἅλα καὶ στόμα Πόντου
- στεινὸν ἀμειβόμενοι δολιχὸν δρόμον Ἀμφιτρίτης.
- ὡς δʼ ὅτʼ ἀπʼ Αἰθιόπων τε καὶ Αἰγύπτοιο ῥοάων
- ὑψιπετὴς γεράνων χορὸς ἔρχεται ἠεροφώνων,
- Ἄτλαντος νιφόεντα πάγον καὶ χεῖμα φυγοῦσαι
- Πυγμαίων τʼ ὀλιγοδρανέων ἀμενηνὰ γένεθλα·
- τῇσι δʼ ἄρʼ ἱπταμένῃσι κατὰ στίχας εὐρέες ἑσμοὶ
- ἠέρα τε σκιάουσι καὶ ἄλλυτον ὄγμον ἔχουσιν·
- ὣς τότε μυριόφυλοι ἁλὸς τέμνουσι φάλαγγες
- Εὔξεινον μέγα κῦμα· περιπλήθει δὲ θάλασσα
- πυκνὸν ὑποφρίσσουσα λατυσσομένη πτερύγεσσιν,
- εἰσόκʼ ἐπειγόμενοι δολιχὸν στόλον ἀμπαύσωσι
- καὶ τόκον. ἀλλʼ ὅτε μέτρα παραστείχῃσιν ὀπώρης,
- νόστου μιμνήσκονται, ἐπεὶ κρυερώτερον ἄλλων
- χεῖμα κατασπέρχει κείνην ἅλα δινήεσσαν·
- οὐ γὰρ τηλεβαθής, ῥέα δὲ στυφελίζετʼ ἀήταις,
- οἵ μιν ἐπιρρήσσουσιν ὑπερφίαλοί τʼ ὀλοοί τε.
- τοὔνεκʼ ἀλυσκάζοντες Ἀμαζονίης ἀπὸ λίμνης
- αὖτις ὁμοῦ τεκέεσσιν ὑποτροπάδην φορέονται,
- κίδνανται δʼ ἀνὰ πόντον, ὅπῃ θρέψονται ἕκαστοι.
- ἀλλʼ ὅσα μὲν μαλάκεια φατίζεται, οἷσί τʼ ἀναίμων
- ἐστὶ φυὴ μελέων καὶ ἀνόστεος, ὅσσα τε φῦλα
- ἢ λεπίσιν πυκινῇσι καλύπτεται, ἢ φολίδεσσι
- φρακτά, τὰ δʼ ὠοφόροισιν ὁμῶς ὠδῖσι μέλονται·
- ἐκ δὲ κυνὸς λάβροιο καὶ αἰετοῦ ὅσσα τε φῦλα
- κλῄζονται σελάχεια καὶ ἰχθυνόμων βασιλήων
- δελφίνων φώκης τε βοώπιδος αὐτίκα παῖδες
- ἐκ γενετῆς ἀνέχουσιν ἐοικότες οἷσι τοκεῦσιν.
- οἱ δʼ ἦ τοι πάντες μέν, ὅσοι ναίουσι θάλασσαν
- ζωοτόκοι, φιλέουσι καὶ ἀμφιέπουσι γενέθλην,
- δελφίνων δʼ οὔπω τι θεώτερον ἄλλο τέτυκται·
- ὡς ἐτεὸν καὶ φῶτες ἔσαν πάρος ἠδὲ πόληας
- ναῖον ὁμοῦ μερόπεσσι, Διωνύσοιο δὲ βουλῇ
- πόντον ὑπημείψαντο καὶ ἰχθύας ἀμφεβάλοντο
- γυίοις· ἀλλʼ ἄρα θυμὸς ἐναίσιμος εἰσέτι φωτῶν
- ῥύεται ἀνδρομέην ἠμὲν φρόνιν ἠδὲ καὶ ἔργα.
- εὖτε γὰρ ὠδίνων δίδυμον γένος ἐς φάος ἔλθῃ,
- αὐτίχʼ ὁμοῦ τʼ ἐγένοντο περὶ σφετέρην τε τεκοῦσαν
- νηχόμενοι σκαίρουσι καὶ ἐνδύνουσιν ὀδόντων
- εἴσω καὶ μητρῷον ὑπὸ στόμα δηθύνουσιν·
- ἡ δὲ φιλοφροσύνῃσιν ἀνίσχεται ἀμφί τε παισὶ
- στρωφᾶται γανόωσα καὶ ἔξοχα καγχαλόωσα.
- μαζὸν δʼ ἀμφοτέροισι παρίσχεται, οἶον ἑκάστῳ,
- θήσασθαι γάλα λαρόν· ἐπεί ῥά οἱ ὤπασε δαίμων
- καὶ γάλα καὶ μαζῶν ἰκέλην φύσιν οἷα γυναικῶν.
- τόφρα μὲν οὖν τοίῃσι τιθηνείῃσι μέμηλεν·
- ἀλλʼ ὅτε κουρίζωσιν ἑὸν σθένος, αὐτίκα τοῖσι
- μήτηρ ἡγήτειρα κατέρχεται εἰς ὁδὸν ἄγρης
- ἱεμένοις θήρην τε διδάσκεται ἰχθυόεσσαν,
- οὐδὲ πάρος τεκέων ἑκὰς ἵσταται οὐδʼ ἀπολείπει,
- πρίν γʼ ὅταν ἡβήσωσι τελεσφόρα γυῖα καὶ ἀλκήν,
- ἀλλʼ αἰεὶ ῥυτῆρες ἐπίσκοποι ἐγγὺς ἕπονται.
- οἷον δὴ τότε θαῦμα μετὰ φρεσὶ θηήσαιο
- τερπωλήν τʼ ἐρόεσσαν, ὅτε πλώων ἐσίδηαι
- αὔρῃ ἐν εὐκραεῖ δεδοκημένος ἠὲ γαλήνῃ
- δελφίνων ἀγέλας εὐειδέας, ἵμερον ἅλμης·
- οἱ μὲν γὰρ προπάροιθεν ἀολλέες ἠΰτε κοῦροι
- ἠΐθεοι στείχουσι, νέον γένος, ὥστε χοροῖο
- κύκλον ἀμειβόμενοι πολυειδέα ποικιλοδίνην·
- τοὶ δʼ ὄπιθεν μεγάλοι τε καὶ ἔξοχοι οὐδʼ ἀπάτερθεν
- ἔρχονται τεκέων, φρουρὸς στρατός, ὥσθʼ ἁπαλοῖσι
- φερβομένοις ἕσπονται ἐν εἴαρι ποιμένες ἀμνοῖς.
- ὡς δʼ ὅτε μουσοπόλων ἔργων ἄπο παῖδες ἴωσιν
- ἀθρόοι, οἱ δʼ ἄρʼ ὄπισθεν ἐπίσκοποι ἐγγὺς ἕπονται
- αἰδοῦς τε πραπίδων τε νόου τʼ ἐπιτιμητῆρες
- πρεσβύτεροι· γῆρας γὰρ ἐναίσιμον ἄνδρα τίθησιν·
- ὣς ἄρα καὶ δελφῖνες ἑοῖς παίδεσσι τοκῆες
- ἕσπονται, μή τί σφιν ἀνάρσιον ἀντιβολήσῃ.
- ναὶ μὴν καὶ φώκη κομέει γένος οὔτι χέρειον·
- καὶ γὰρ τῇ μαζοί τε καὶ ἐν μαζοῖσι γάλακτος
- εἰσὶ ῥοαί· τῇ δʼ οὔτι μετʼ οἴδμασιν ἀλλʼ ἐπὶ χέρσου
- λύετʼ ἀνερχομένῃ γαστρὸς μόγος, ὥριος ὠδίς·
- μίμνει δʼ ἤματα πάντα δυώδεκα σὺν τεκέεσσιν
- αὐτοῦ ἐνὶ τραφερῇ· τρισκαιδεκάτῃ δὲ σὺν ἠοῖ
- σκύμνους ἀγκὰς ἔχουσα νεαλδέας εἰς ἅλα δύνει,
- παισὶν ἀγαλλομένη, πάτρην ἅτε σημαίνουσα.
- ὡς δὲ γυνὴ ξείνης γαίης ἔπι παῖδα τεκοῦσα
- ἀσπασίως πάτρην τε καὶ ὃν δόμον εἰσαφικάνει,
- παῖδα δʼ ἐν ἀγκοίνῃσι πανηματίη φορέουσα,
- δώματα δεικνυμένη, μητρὸς νομόν, ἀμφαγαπάζει,
- τερπωλὴν ἀκόρεστον· ὁ δʼ οὐ φρονέων περ ἕκαστα
- παπταίνει, μέγαρόν τε καὶ ἤθεα πάντα τοκήων·
- ὣς ἄρα καὶ κείνη σφέτερον γένος εἰναλίη θὴρ
- ἐς πόντον προφέρει καὶ δείκνυται ἔργα θαλάσσης.
- δαίμονες, οὐκ ἄρα μοῦνον ἐν ἀνδράσι τέκνα πέλονται
- φίλτατα, καὶ φάεος γλυκερώτερα καὶ βιότοιο,
- ἀλλὰ καὶ οἰωνοῖσιν ἀμειλίκτοισί τε θηρσὶν
- ἰχθύσι τʼ ὠμηστῇσιν ἀμήχανος αὐτοδίδακτος
- ἐντρέφεται τεκέων δριμὺς πόθος· ἀμφὶ δὲ παισὶ
- καὶ θανέειν καὶ πᾶσαν ὀϊζυρὴν κακότητα
- πρόφρονες, οὐκ ἀέκοντες, ἀναπλῆσαι μεμάασιν.
- ἤδη τις κατʼ ὄρεσφιν ἐριβρύχην ἐνόησε
- θηρητὴρ τεκέεσσιν ὑπερβεβαῶτα λέοντα,
- μαρνάμενον σφετέρης γενεῆς ὕπερ· οὐδʼ ὅ γε πυκνῆς
- χερμάδος ἱπταμένης οὐδ αἰγανέης ἀλεγίζει,
- ἀλλʼ αὔτως ἄτρεστον ἔχει θάρσος τε μένος τε,
- βαλλόμενος καὶ ἐρεικόμενος πάσῃσι βολῇσιν·
- οὐδʼ ὅ γε πρὶν θανέειν ἀναδύεται, ἀλλʼ ἐπὶ παισὶν
- ἡμιθανὴς προβέβηκε, μέλει δέ οἱ οὔτι μόροιο
- τόσσον, ὅσον μὴ παῖδας ὑπʼ ἀγρευτῆρσιν ἰδέσθαι
- ἑρχθέντας θήρειον ὑπʼ αὐτοκμῆτα καλιήν.
- ἤδη δʼ ἀρτιτόκοιο κυνὸς σκυλακοτρόφῳ εὐνῇ
- ποιμὴν ἐγχρίμψας, εἰ καὶ πάρος ἦεν ἑταῖρος,
- χάσσατο, ταρβήσας μητρὸς χόλον ὑλακόεντα,
- οἷον ὑπὲρ τεκέων προφυλάσσεται, οὐδέ τινʼ αἰδῶ
- γιγνώσκει, πᾶσιν δὲ πέλει κρυόεσσα πελάσσαι.
- οἷον δʼ ἑλκομένας περὶ πόρτιας ἀσχαλόωσαι
- μητέρες οὐκ ἀπάτερθε γυναικείων στενάχουσι
- κωκυτῶν, αὐτοὺς δὲ συναλγύνουσι νομῆας.
- καὶ μέν τις φήνης ἀδινὸν γόον ἔκλυεν ἀνὴρ
- ὄρθριον ἀμφὶ τέκεσσʼ, ἢ ἀηδόνος αἰολοφώνου,
- ἠὲ καὶ εἰαρινῇσι χελιδόσιν ἐγγὺς ἔκυρσε
- μυρομέναις ἑά τέκνα, τά τε σφίσι ληΐσσαντο
- ἐξ εὐνῆς ἢ φῶτες ἀπηνέες ἠὲ δράκοντες.
- ἰχθύσι δʼ αὖ δελφὶς μὲν ἀριστεύει φιλότητι
- παίδων, ὣς δὲ καὶ ἄλλοι ἑὸν γένος ἀμφιέπουσι.
- θαῦμα δʼ ἁλιπλάγκτοιο κυνὸς τόδε· τῇ γὰρ ἕπονται
- τέκνα νεοβλαστῆ καί σφιν σάκος ἔπλετο μήτηρ·
- ἀλλʼ ὅτε ταρβήσωσι τά τʼ ἄσπετα δείματʼ ἔασιν
- ἐν πόντῳ, τότε παῖδας ἔσω λαγόνεσσιν ἔδεκτο
- αὐτὴν εἰσίθμην, αὐτὴν ὁδόν, ἔνθεν ὄλισθον
- γεινόμενοι· τοῖον δὲ πόνον μογέουσά περ ἔμπης
- ἀσπασίως τέτληκε, πάλιν δʼ ὑπεχεύατο παῖδας
- σπλάγχνοις, ἂψ δʼ ἀνέηκεν, ὅτʼ ἀμπνεύσωσι φόβοιο.
- τοίην καὶ ῥίνη τεκέων πορσύνεται ἀλκήν,
- ἀλλʼ οὐκ εἰς νηδὺν κείνῃ δύσις, οἷα κύνεσσιν,
- ἀλλά οἱ ἐν πλευρῇσι διασφάγες ἀμφοτέρωθεν
- εἰσὶν ὑπὸ πτερύγων, οἵη γένυς ἰχθύσιν ἄλλοις,
- τῇσιν ἀτυζομένων τέκνων φόβον ἀμφικαλύπτει.
- ἄλλοι δʼ αὖθʼ ἑὰ τέκνα διὰ στόμα ταρβήσαντα
- δεξάμενοι ῥύονται ἅτʼ ἐς δόμον ἠὲ καλιήν·
- οἷον δὴ καὶ γλαῦκος, ὃς ἔξοχα τέκνʼ ἀγαπάζει
- πάντων, ὅσσοι ἔασιν ἐν ἰχθύσιν ὠοτοκῆες·
- κεῖνος γὰρ μίμνει τε παρήμενος, ὄφρα γένωνται
- παῖδες ὑπωάδιοι, καί σφιν παρανήχεται αἰεί·
- τοὺς δʼ ὅτε κεν τρομέοντας ἴδῃ κρατερώτερον ἰχθύν,
- ἀμφιχανὼν κατέδεκτο διὰ στόμα, μέσφα κε δεῖμα
- χάσσηται, τότε δʼ αὖτις ἀνέπτυσε λευκανίηθεν.
- θύννης δʼ οὔτινʼ ἔγωγʼ ἀθεμίστερον ἔλπομαι ἰχθὺν
- οὐδὲ κακοφροσύνῃ προβεβηκότα ναιέμεν ἅλμην·
- ὠὰ γὰρ εὖτε τέκῃσι, φύγῃ δʼ ὠδῖνα βαρεῖαν,
- αὐτὴ γειναμένη καταδαίνυται ὅσσα κίχῃσι,
- νηλής, ἥ θʼ ἑὰ τέκνα φυγῆς ἔτι νηΐδʼ ἐόντα
- ἐσθίει, οὐδέ μιν οἶκτος ἐσέρχεται οἷο τόκοιο.
- ἔστι δʼ ὅσʼ οὔτε γάμοισι φυτεύεται οὔτε γονῇσι
- τίκτεται, αὐτοτέλεστα καὶ αὐτόρρεκτα γένεθλα,
- ὄστρεα δὴ σύμπαντα, τά γʼ ἰλύϊ τίκτεται αὐτῇ·
- κείνων δʼ οὔτε τι θῆλυ πέλει γένος, οὔτʼ ἐπʼ ἀμοιβῆς
- ἄρσενες, ἀλλʼ ὁμόφυλα καὶ εἴκελα πάντα τέτυκται.
- ὣς δὲ καὶ ἠπεδανῆς ἀφύης ὀλιγηπελὲς ἔθνος
- οὔτινος ἐκγεγάασιν ἀφʼ αἵματος οὐδὲ τοκήων·
- εὖτε γὰρ ἐκ νεφέων Ζηνὸς νόος ὄμβρον ἀφύξῃ
- λάβρον ὑπὲρ πόντοιο καὶ ἄσχετον, αὐτίκα πᾶσα
- μισγομένη δίνῃσι παλιμπνοίῃσι θάλασσα
- σίζει τʼ ἀφριάᾳ τε καὶ ἵσταται οἰδαίνουσα,
- αἱ δʼ ἐν ἀτεκμάρτοισι καὶ ἀσκέπτοισι γάμοισιν
- ἀθρόαι ἔκ τʼ ἐγένοντο καὶ ἔτραφον ἔκ τʼ ἐφάνησαν
- μυρίαι, ἀβληχραί, πολιὸν γένος· ἐκ δὲ γενέθλης
- οὔνομʼ ἐπικλήδην ἀφρίτιδες αὐδώωνται.
- ἄλλαι δʼ ἰλυόεντος ὑπὲκ φλοίσβοιο φύονται·
- εὖτε γὰρ ἐν δίνῃσι παλιρροίῃς τε θαλάσσης
- βράσσηται πάμφυρτος ἀφυσγετὸς ἐξ ἀνέμοιο
- σπερχομένου, τότε πᾶσα συνίσταται εἰς ἓν ἰοῦσα
- ἰλὺς εὐρώεσσα, γαληναίης δὲ ταθείσης
- ἐξαυτῆς ψάμαθός τε καὶ ἄσπετα φύρματα πόντου
- πύθεται, ἐκ δὲ φύονται ἀθέσφατοι, εἴκελοι εὐλαῖς.
- οὐ μέν πού τι τέτυκται ἀκιδνότερον γένος ἄλλο
- δειλαίης ἀφύης· νεπόδεσσι δὲ πᾶσιν ἔασι
- δαῖς ἀγαθή· κεῖναι δὲ δέμας περιλιχμάζουσιν
- ἀλλήλων· τό γε δέ σφι βορὴ βίοτός τε τέτυκται·
- κεῖναι δʼ εὖτε θάλασσαν ἀολλήδην ἐφέπωσιν,
- ἠέ νύ που πέτρην ἀμφίσκιον ἠὲ θαλάσσης
- διζόμεναι κευθμῶνας ὑποβρυχίην τʼ ἀλεωρήν,
- πᾶσα τότε γλαυκὴ λευκαίνεται Ἀμφιτρίτη.
- ὡς δʼ ὁπότʼ εὐρύπεδον σκιάσῃ νιφάδεσσιν ἀλωὴν
- ἑσπερίου Ζεφύροιο θοὸν μένος, οὐδέ τι γαίης
- κυανέης ἰδέειν ὑποφαίνεται, ἀλλʼ ἄρα πᾶσα
- ἀργεννὴ χιόνεσσιν ἐπασσυτέραις κεκάλυπται·
- ὣς τότʼ ἀπειρεσίῃσι περιπληθὴς ἀγέλῃσι
- φαίνεται ἀργινόεσσα Ποσειδάωνος ἀλωή.