Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἐμφέρεται πλώοντα· τὰ δʼ οὔ κέ τις ἐξονομήναι
  2. ἀτρεκέως· οὐ γάρ τις ἐφίκετο τέρμα θαλάσσης·
  3. ἀλλὰ τριηκοσίων ὀργυιῶν ἄχρι μάλιστα
  4. ἀνέρες ἴσασίν τε καὶ ἔδρακον Ἀμφιτρίτην.
  5. πολλὰ δʼ (ἀπειρεσίη γὰρ ἀμετροβαθής τε θάλασσα)
  6. κέκρυπται, τά κεν οὔ τις ἀείδελα μυθήσαιτο
  7. θνητὸς ἐών· ὀλίγος δὲ νόος μερόπεσσι καὶ ἀλκή.
  8. οὐ μὲν γὰρ γαίης πολυμήτορος ἔλπομαι ἅλμην
  9. παυροτέρας ἀγέλας οὔτʼ ἔθνεα μείονα φέρβειν.
  10. ἀλλʼ εἴτʼ ἀμφήριστος ἐν ἀμφοτέρῃσι γενέθλη
  11. εἴθʼ ἑτέρη προβέβηκε, θεοὶ σάφα τεκμαίρονται,
  12. ἡμεῖς δʼ ἀνδρομέοισι νοήμασι μέτρα φέροιμεν.
  13. ἰχθύσι μὲν γενεή τε καὶ ἤθεα καὶ πόρος ἅλμης
  14. κέκριται, οὐδέ τι πᾶσι νομαὶ νεπόδεσσιν ὁμοῖαι·
  15. οἱ μὲν γὰρ χθαμαλοῖσι παρʼ αἰγιαλοῖσι νέμονται,
  16. ψάμμον ἐρεπτόμενοι καὶ ὅσʼ ἐν ψαμάθοισι φύονται,
  17. ἵπποι κόκκυγές τε θοοὶ ξανθοί τʼ ἐρυθῖνοι
  18. καὶ κίθαροι καὶ τρίγλα καὶ ἀδρανέες μελάνουροι
  19. τραχούρων τʼ ἀγέλαι βούγλωσσά τε καὶ πλατύουροι
  20. ταινίαι ἀβληχραὶ καὶ μορμύρος, αἰόλος ἰχθύς,