Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἰθυντὴρ ἀλίαστον ἄγει καὶ ἀμεμφέα νῆα
  2. χῶρον ἐς εὐρύαλόν τε καὶ εὔδια πορφύροντα·
  3. ἔνθα δὲ δαιτυμόνων νεπόδων ἀπερείσια φῦλα
  4. φέρβεται, οὓς θεράποντες ἀεὶ κομέουσιν, ἐδωδῇ
  5. πολλῇ πιαίνοντες, ἑτοιμότατον χορὸν ἄγρης
  6. σοί τε, μάκαρ, καὶ παιδὶ μεγαυχέϊ, πώεα θήρης.
  7. αὐτίκα γὰρ χειρὸς μὲν ἐΰπλοκον εἰς ἅλα πέμπεις
  8. ὁρμιήν, ὁ δὲ ῥίμφα γένυν κατεδέξατο χαλκοῦ
  9. ἰχθὺς ἀντιάσας, τάχα δʼ ἕλκεται ἐκ βασιλῆος
  10. οὐκ ἀέκων, σέο δʼ ἦτορ ἰαίνεται, ὄρχαμε γαίης·
  11. πολλὴ γὰρ βλεφάροισι καὶ ἐν φρεσὶ τέρψις ἰδέσθαι
  12. παλλόμενον καὶ ἑλισσόμενον πεπεδημένον ἰχθύν.
  13. ἀλλά μοι ἱλήκοις μὲν ἁλὸς πόρῳ ἐμβασιλεύων
  14. εὐρυμέδων Κρονίδης γαιηόχος, ἠδὲ Θάλασσα
  15. αὐτή, καὶ ναετῆρες ἐριγδούποιο θαλάσσης
  16. δαίμονες, ὑμετέρας τʼ ἀγέλας καὶ ἁλίτροφα φῦλα
  17. εἰπέμεν αἰνήσαιτε· σὺ δʼ ἰθύνειας ἕκαστα,
  18. πότνα Θεά, καὶ πατρὶ καὶ υἱέϊ παμβασιλῆος
  19. θυμήρη τάδε δῶρα τεῆς πόρσυνον ἀοιδῆς.
  20. μυρία μὲν δὴ φῦλα καὶ ἄκριτα βένθεσι πόντου