Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. σκόμβροι κυπρῖνοί τε καὶ οἳ φίλοι αἰγιαλοῖσιν.
  2. ἄλλοι δʼ αὖ πηλοῖσι καὶ ἐν τενάγεσσι θαλάσσης
  3. φέρβονται, βατίδες τε βοῶν θʼ ὑπέροπλα γένεθλα
  4. τρυγών τʼ ἀργαλέη καὶ ἐτήτυμον οὔνομα νάρκη,
  5. ψῆτται καλλαρίαι καὶ τριγλίδες ἔργα τʼ ὀνίσκων
  6. σαῦροί τε σκέπανοί τε καὶ ὅσσʼ ἐνιτέτροφε πηλοῖς.
  7. θῖνα δʼ ἀνὰ πρασόεσσαν ὑπὸ χλοεραῖς βοτάνῃσι
  8. βόσκονται μαινῖδες ἰδὲ τράγοι ἠδʼ ἀθερῖναι
  9. καὶ σμαρίδες καὶ βλέννος ἰδὲ σπάροι ἀμφότεροί τε
  10. βῶκες ὅσοις τʼ ἄλλοισι φίλον πράσον ἀμφινέμεσθαι.
  11. Κεστρέες αὖ κέφαλοί τε, δικαιότατον γένος ἅλμης,
  12. λάβρακές τʼ ἀμίαι τε θρασύφρονες ἠδὲ χρέμητες
  13. πηλαμύδες γόγγροι τε καὶ ὃν καλέουσιν ὄλισθον
  14. γείτονα ναιετάουσιν ἀεὶ ποταμοῖσι θάλασσαν
  15. ἢ λίμναις, ὅθι λαρὸν ὕδωρ μεταπαύεται ἅλμης,
  16. πολλή τε πρόχυσις συμβάλλεται ἰλυόεσσα,
  17. ἑλκομένη δίνῃσιν ἀπὸ χθονός· ἔνθα νέμονται
  18. φορβὴν ἱμερτὴν γλυκερῇ θʼ ἁλὶ πιαίνονται.
  19. λάβραξ δʼ οὐδʼ αὐτῶν ποταμῶν ἀπολείπεται ἔξω,
  20. ἐκ δʼ ἁλὸς ἐς προχοὰς ἀνανήχεται· ἐγχέλυες δὲ