Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀθρόοι, οἱ δʼ ἄρʼ ὄπισθεν ἐπίσκοποι ἐγγὺς ἕπονται
  2. αἰδοῦς τε πραπίδων τε νόου τʼ ἐπιτιμητῆρες
  3. πρεσβύτεροι· γῆρας γὰρ ἐναίσιμον ἄνδρα τίθησιν·
  4. ὣς ἄρα καὶ δελφῖνες ἑοῖς παίδεσσι τοκῆες
  5. ἕσπονται, μή τί σφιν ἀνάρσιον ἀντιβολήσῃ.
  6. ναὶ μὴν καὶ φώκη κομέει γένος οὔτι χέρειον·
  7. καὶ γὰρ τῇ μαζοί τε καὶ ἐν μαζοῖσι γάλακτος
  8. εἰσὶ ῥοαί· τῇ δʼ οὔτι μετʼ οἴδμασιν ἀλλʼ ἐπὶ χέρσου
  9. λύετʼ ἀνερχομένῃ γαστρὸς μόγος, ὥριος ὠδίς·
  10. μίμνει δʼ ἤματα πάντα δυώδεκα σὺν τεκέεσσιν
  11. αὐτοῦ ἐνὶ τραφερῇ· τρισκαιδεκάτῃ δὲ σὺν ἠοῖ
  12. σκύμνους ἀγκὰς ἔχουσα νεαλδέας εἰς ἅλα δύνει,
  13. παισὶν ἀγαλλομένη, πάτρην ἅτε σημαίνουσα.
  14. ὡς δὲ γυνὴ ξείνης γαίης ἔπι παῖδα τεκοῦσα
  15. ἀσπασίως πάτρην τε καὶ ὃν δόμον εἰσαφικάνει,
  16. παῖδα δʼ ἐν ἀγκοίνῃσι πανηματίη φορέουσα,
  17. δώματα δεικνυμένη, μητρὸς νομόν, ἀμφαγαπάζει,
  18. τερπωλὴν ἀκόρεστον· ὁ δʼ οὐ φρονέων περ ἕκαστα
  19. παπταίνει, μέγαρόν τε καὶ ἤθεα πάντα τοκήων·
  20. ὣς ἄρα καὶ κείνη σφέτερον γένος εἰναλίη θὴρ