Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἐς πόντον προφέρει καὶ δείκνυται ἔργα θαλάσσης.
  2. δαίμονες, οὐκ ἄρα μοῦνον ἐν ἀνδράσι τέκνα πέλονται
  3. φίλτατα, καὶ φάεος γλυκερώτερα καὶ βιότοιο,
  4. ἀλλὰ καὶ οἰωνοῖσιν ἀμειλίκτοισί τε θηρσὶν
  5. ἰχθύσι τʼ ὠμηστῇσιν ἀμήχανος αὐτοδίδακτος
  6. ἐντρέφεται τεκέων δριμὺς πόθος· ἀμφὶ δὲ παισὶ
  7. καὶ θανέειν καὶ πᾶσαν ὀϊζυρὴν κακότητα
  8. πρόφρονες, οὐκ ἀέκοντες, ἀναπλῆσαι μεμάασιν.
  9. ἤδη τις κατʼ ὄρεσφιν ἐριβρύχην ἐνόησε
  10. θηρητὴρ τεκέεσσιν ὑπερβεβαῶτα λέοντα,
  11. μαρνάμενον σφετέρης γενεῆς ὕπερ· οὐδʼ ὅ γε πυκνῆς
  12. χερμάδος ἱπταμένης οὐδ αἰγανέης ἀλεγίζει,
  13. ἀλλʼ αὔτως ἄτρεστον ἔχει θάρσος τε μένος τε,
  14. βαλλόμενος καὶ ἐρεικόμενος πάσῃσι βολῇσιν·
  15. οὐδʼ ὅ γε πρὶν θανέειν ἀναδύεται, ἀλλʼ ἐπὶ παισὶν
  16. ἡμιθανὴς προβέβηκε, μέλει δέ οἱ οὔτι μόροιο
  17. τόσσον, ὅσον μὴ παῖδας ὑπʼ ἀγρευτῆρσιν ἰδέσθαι
  18. ἑρχθέντας θήρειον ὑπʼ αὐτοκμῆτα καλιήν.
  19. ἤδη δʼ ἀρτιτόκοιο κυνὸς σκυλακοτρόφῳ εὐνῇ
  20. ποιμὴν ἐγχρίμψας, εἰ καὶ πάρος ἦεν ἑταῖρος,