Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. θήσασθαι γάλα λαρόν· ἐπεί ῥά οἱ ὤπασε δαίμων
  2. καὶ γάλα καὶ μαζῶν ἰκέλην φύσιν οἷα γυναικῶν.
  3. τόφρα μὲν οὖν τοίῃσι τιθηνείῃσι μέμηλεν·
  4. ἀλλʼ ὅτε κουρίζωσιν ἑὸν σθένος, αὐτίκα τοῖσι
  5. μήτηρ ἡγήτειρα κατέρχεται εἰς ὁδὸν ἄγρης
  6. ἱεμένοις θήρην τε διδάσκεται ἰχθυόεσσαν,
  7. οὐδὲ πάρος τεκέων ἑκὰς ἵσταται οὐδʼ ἀπολείπει,
  8. πρίν γʼ ὅταν ἡβήσωσι τελεσφόρα γυῖα καὶ ἀλκήν,
  9. ἀλλʼ αἰεὶ ῥυτῆρες ἐπίσκοποι ἐγγὺς ἕπονται.
  10. οἷον δὴ τότε θαῦμα μετὰ φρεσὶ θηήσαιο
  11. τερπωλήν τʼ ἐρόεσσαν, ὅτε πλώων ἐσίδηαι
  12. αὔρῃ ἐν εὐκραεῖ δεδοκημένος ἠὲ γαλήνῃ
  13. δελφίνων ἀγέλας εὐειδέας, ἵμερον ἅλμης·
  14. οἱ μὲν γὰρ προπάροιθεν ἀολλέες ἠΰτε κοῦροι
  15. ἠΐθεοι στείχουσι, νέον γένος, ὥστε χοροῖο
  16. κύκλον ἀμειβόμενοι πολυειδέα ποικιλοδίνην·
  17. τοὶ δʼ ὄπιθεν μεγάλοι τε καὶ ἔξοχοι οὐδʼ ἀπάτερθεν
  18. ἔρχονται τεκέων, φρουρὸς στρατός, ὥσθʼ ἁπαλοῖσι
  19. φερβομένοις ἕσπονται ἐν εἴαρι ποιμένες ἀμνοῖς.
  20. ὡς δʼ ὅτε μουσοπόλων ἔργων ἄπο παῖδες ἴωσιν