Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. δούρασι δʼ ἐν βαιοῖσιν ἀελλάων θεράποντες
  2. πλαζόμενοι, καὶ θυμὸν ἐν οἴδμασιν αἰὲν ἔχοντες,
  3. αἰεὶ μὲν νεφέλην ἰοειδέα παπταίνουσιν,
  4. αἰεὶ δὲ τρομέουσι μελαινόμενον πόρον ἅλμης·
  5. οὐδέ τι φοιταλέων ἀνέμων σκέπας, οὐδέ τινʼ ὄμβρων
  6. ἀλκήν, οὐ πυρὸς ἄλκαρ ὀπωρινοῖο φέρονται.
  7. πρὸς δʼ ἔτι καὶ βλοσυρῆς δυσδερκέα δείματα λίμνης
  8. κήτεα πεφρίκασι, τά τε σφίσιν ἀντιόωσιν,
  9. εὖτʼ ἂν ὑποβρυχίης ἄδυτον περόωσι θαλάσσης·
  10. οὐ μέν τις σκυλάκων ἁλίην ὁδὸν ἡγεμονεύει
  11. ἰχθυβόλοις· ἴχνη γὰρ ἀείδελα νηχομένοισιν·
  12. οὐδʼ οἵ γʼ εἰσορόωσιν ὅπῃ σχεδὸν ἵξεται ἄγρης
  13. ἀντιάσας, οὐ γάρ τι μίην ὁδὸν ἔρχεται, ἰχθύς·
  14. θριξὶ δʼ ἐν ἠπεδανοῖσι παλιγνάμπτοιό τε χαλκοῦ
  15. χείλεσι καὶ δονάκεσσι λίνοισί τε κάρτος ἔχουσιν.
  16. οὐ μὴν τερπωλῆς ἀπολείπεαι, αἴ κʼ ἐθέλῃσθα
  17. τέρπεσθαι, γλυκερὴ δὲ πέλει βασιλήϊος ἄγρη.
  18. νῆα μὲν εὐγόμφωτον, ἐΰζυγον, ἔξοχα κούφην,
  19. αἰζηοὶ κώπῃσιν ἐπειγομένῃς ἐλόωσι,
  20. νῶτον ἁλὸς θείνοντες· ὁ δʼ ἐν πρύμνῃσιν ἄριστος