Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. κόλπος, ἀπειρεσίοισι καὶ εὐΰδροις ποταμοῖσιν
  2. ἀρδόμενος, μαλακαὶ δὲ πολυψάμαθοί τʼ ἐπιωγαί·
  3. ἐν δέ οἱ εὐφυέες τε νομαὶ καὶ ἀκύμονες ἀκταὶ
  4. πέτραι τε γλαφυραὶ καὶ χηραμοὶ ἰλυόεντες
  5. ἄκραι τε σκιεραὶ καὶ ὅσʼ ἰχθύσι φίλτατʼ ἔασιν·
  6. ἐν δέ οἱ οὔτε τι κῆτος ἀνάρσιον οὔτε τι πῆμα
  7. ἐντρέφεται νεπόδεσσιν ὀλέθριον οὐδὲ μὲν ὅσσοι
  8. δυσμενέες γεγάασιν ἐπʼ ἰχθύσι βαιοτέροισιν
  9. ὁλκοὶ πουλυπόδων οὐδʼ ἀστακοὶ οὐδὲ πάγουροι·
  10. παῦροι μὲν δελφῖνες, ἀκιδνότεροι δὲ καὶ αὐτοὶ
  11. κητείης γενεῆς καὶ ἀκήδεες ἐννεμέθονται.
  12. τοὔνεκεν ἰχθύσι κεῖνο πέλει κεχαρισμένον ὕδωρ
  13. ἐκπάγλως καὶ πολλὸν ἐπισπεύδουσι νέεσθαι.
  14. στέλλονται δʼ ἅμα πάντες ὁμιλαδόν, ἄλλοθεν ἄλλος
  15. εἰς ἕν ἀγειρόμενοι, μία δέ σφισι πᾶσι κέλευθος
  16. πομπή τε ῥιπή τε καὶ αὖ παλινόστιμος ὁρμή.
  17. Θρηΐκιον δʼ ἀνύουσι Βοὸς Πόρον αἰολόφυλοι
  18. ἑσμοὶ Βεβρυκίην τε παρὲξ ἅλα καὶ στόμα Πόντου
  19. στεινὸν ἀμειβόμενοι δολιχὸν δρόμον Ἀμφιτρίτης.
  20. ὡς δʼ ὅτʼ ἀπʼ Αἰθιόπων τε καὶ Αἰγύπτοιο ῥοάων