Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. μήδεά τʼ ἀνδρομέοισι πανείκελα καρτύνονται·
  2. οὐδʼ αἰεὶ προφανὴς πόρος ἄρσενος, ἀλλά οἱ εἴσω
  3. κέκρυπται, λεχέων δὲ κατὰ χρέος ἕλκεται ἔξω.
  4. τοῖαι μὲν φιλότητες ἐν ἰχθύσιν ἠδὲ καὶ εὐναί.
  5. ἄλλος δʼ ἀλλοίῃ λεχέων ἱμείρεται ὥρῃ,
  6. καὶ γενεὴν προφέρει· τοῖς μὲν θέρος, οἷσι δὲ χεῖμα,
  7. τοῖς δʼ ἔαρ ἢ φθινύθουσα τόκον προὔφηνεν ὀπώρη.
  8. καὶ τοὶ μὲν λυκάβαντι μίαν μογέουσι γενέθλην
  9. οἱ πλεῖστοι, λάβραξ δὲ δὶς ἄχθεται Εἰλειθυίαις·
  10. τρίγλαι δὲ τριγόνοισιν ἐπώνυμοί εἰσι γονῇσι·
  11. σκορπίος αὖ τετόρεσσι φέρει βέλος ὠδίνεσσι·
  12. πέντε δὲ κυπρίνοισι γοναὶ μούνοισιν ἔασιν·
  13. οἴου δʼ οὔποτέ φασι γένος φράσσασθαι ὀνίσκου,
  14. ἀλλʼ ἔτι τοῦτʼ ἀΐδηλον ἐν ἀνθρώποισι τέτυκται.
  15. Εὖτʼ ἂν δʼ εἰαρινοῖο περιπλήθωσι γόνοιο
  16. ἰχθύες ὠοτόκοι, τοὶ μὲν κατὰ χῶρον ἕκαστοι
  17. εὔκηλοι μίμνουσιν ἐνὶ σφετέροισι δόμοισι·
  18. πολλοὶ δʼ ἀγρόμενοι ξυνὴν ὁδὸν ὁρμώωνται
  19. Εὔξεινον μετὰ πόντον, ἵνʼ αὐτόθι τέκνα τέκωνται.
  20. κεῖνος γὰρ πάσης γλυκερώτερος Ἀμφιτρίτης