Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὑψιπετὴς γεράνων χορὸς ἔρχεται ἠεροφώνων,
  2. Ἄτλαντος νιφόεντα πάγον καὶ χεῖμα φυγοῦσαι
  3. Πυγμαίων τʼ ὀλιγοδρανέων ἀμενηνὰ γένεθλα·
  4. τῇσι δʼ ἄρʼ ἱπταμένῃσι κατὰ στίχας εὐρέες ἑσμοὶ
  5. ἠέρα τε σκιάουσι καὶ ἄλλυτον ὄγμον ἔχουσιν·
  6. ὣς τότε μυριόφυλοι ἁλὸς τέμνουσι φάλαγγες
  7. Εὔξεινον μέγα κῦμα· περιπλήθει δὲ θάλασσα
  8. πυκνὸν ὑποφρίσσουσα λατυσσομένη πτερύγεσσιν,
  9. εἰσόκʼ ἐπειγόμενοι δολιχὸν στόλον ἀμπαύσωσι
  10. καὶ τόκον. ἀλλʼ ὅτε μέτρα παραστείχῃσιν ὀπώρης,
  11. νόστου μιμνήσκονται, ἐπεὶ κρυερώτερον ἄλλων
  12. χεῖμα κατασπέρχει κείνην ἅλα δινήεσσαν·
  13. οὐ γὰρ τηλεβαθής, ῥέα δὲ στυφελίζετʼ ἀήταις,
  14. οἵ μιν ἐπιρρήσσουσιν ὑπερφίαλοί τʼ ὀλοοί τε.
  15. τοὔνεκʼ ἀλυσκάζοντες Ἀμαζονίης ἀπὸ λίμνης
  16. αὖτις ὁμοῦ τεκέεσσιν ὑποτροπάδην φορέονται,
  17. κίδνανται δʼ ἀνὰ πόντον, ὅπῃ θρέψονται ἕκαστοι.
  18. ἀλλʼ ὅσα μὲν μαλάκεια φατίζεται, οἷσί τʼ ἀναίμων
  19. ἐστὶ φυὴ μελέων καὶ ἀνόστεος, ὅσσα τε φῦλα
  20. ἢ λεπίσιν πυκινῇσι καλύπτεται, ἢ φολίδεσσι