Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἔπτυσε πευκεδανόν, ζαμενῆ χόλον, ὄλβον ὀλέθρου,
  2. ὄφρα γάμῳ πρηΰς τε καὶ εὔδιος ἀντιάσειε.
  3. στὰς δʼ ἄρʼ ἐπὶ ῥηγμῖνος ἑὸν νόμον ἐρροίζησε
  4. κικλήσκων φιλότητα· θοῶς δʼ ἐσάκουσε κελαινὴ
  5. ἰϋγὴν μύραινα καὶ ἔσσυτο θᾶσσον ὀϊστοῦ.
  6. ἡ μὲν ἄρʼ ἐκ πόντοιο τιταίνεται, αὐτὰρ ὁ πόντου
  7. ἐκ γαίης πολιοῖσιν ἐπεμβαίνει ῥοθίοισιν·
  8. ἄμφω δʼ ἀλλήλοισιν ὁμιλῆσαι μεμαῶτε
  9. συμπεσέτην, ἔχιος δὲ κάρη κατέδεκτο χανοῦσα
  10. νύμφη φυσιόωσα· γάμῳ δʼ ἐπιγηθήσαντες
  11. ἡ μὲν ἁλὸς πάλιν εἶσι μετʼ ἤθεα, τὸν δʼ ἐπὶ χέρσον
  12. ὁλκὸς ἄγει, κρυερὸν δὲ πάλιν μεταχεύεται ἰὸν
  13. λάπτων, ὃν πάρος ἧκε καὶ ἐξήφυσσεν ὀδόντων.
  14. ἢν δʼ ἄρα μή τι κίχῃ κεῖνον χόλον, ὅνπερ ὁδίτης,
  15. ἀτρεκέως ἐσιδών μιν, ἀπέκλυσεν ὕδατι λάβρῳ,
  16. αὐτὰρ ὅ γʼ ἀσχαλόων ῥίπτει δέμας, εἰσόκε μοῖραν
  17. λευγαλέοιο λάβῃσιν ἀνωϊστου θανάτοιο,
  18. αἰδόμενος, ὅτʼ ἄναλκις ὅπλων γένεθʼ οἷς ἐπεποίθει,
  19. ἔμμενʼ ὄφις, πέτρῃ δὲ συνώλεσε καὶ δέμας ἰῷ.
  20. δελφῖνες δʼ ἄνδρεσσιν ὁμῶς γάμον ἐντύνονται