Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. πώεσιν ἤ στρατιῇσιν ἐοικότες, οἵ τʼ ἀγελαῖοι
  2. κέκληνται· τοὶ δʼ αὖτε κατὰ στίχας· οἱ δὲ λόχοισιν
  3. εἴκελοι ἢ δεκάδεσσιν· ὁ δʼ ἔρχεται οἶος ἀπʼ ἄλλων
  4. μουναδὸν ὁρμηθείς· περόωσι δὲ δίζυγες ἄλλοι·
  5. οἱ δʼ αὐτοῦ θαλάμῃσιν ἐν οἰκείῃσι μένουσι.
  6. χείματι μὲν δὴ πάντες ἀελλάων στροφάλιγγας
  7. σμερδαλέας αὐτοῦ τε δυσηχέος οἴδματα πόντου
  8. ἔξοχα δειμαίνουσιν· ἐπεὶ περιώσιον ἄλλων
  9. ἰχθυόεντα γένεθλα φίλην πέφρικε θάλασσαν
  10. μαινομένην· τότε δʼ οἱ μὲν ἀμησάμενοι πτερύγεσσι
  11. ψάμμον ὑποπτήσσουσιν ἀνάλκιδες· οἱ δʼ ὑπὸ πέτραις
  12. εἰλόμενοι δύνουσιν ἀολλέες· οἱ δὲ βάθιστα
  13. ἐς πελάγη φεύγουσι κάτω μυχάτην ὑπὸ βύσσαν·
  14. κεῖνα γὰρ οὔτε λίην προκυλίνδεται οὔθʼ ὑπʼ ἀήταις
  15. πρυμνόθεν εἱλεῖται, διὰ δʼ ἔσσυται οὔτις ἄελλα
  16. ῥίζαν ἁλὸς νεάτην· μέγα δέ σφισι βένθος ἐρύκει
  17. ῥιγεδανὰς ὀδύνας καὶ ἀπηνέα χείματος ὁρμήν.
  18. ἀλλʼ ὁπότʼ ἀνθεμόεσσαι ἐπὶ χθονὸς εἴαρος ὧραι
  19. πορφύρεον γελάσωσιν, ἀναπνεύσῃ δὲ θάλασσα
  20. χείματος εὐδιόωσα γαληναίη τε γένηται