Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἤπια κυμαίνουσα, τότʼ ἰχθύες ἄλλοθεν ἄλλοι
  2. πανσυδίῃ φοιτῶσι γεγηθότες ἐγγύθι γαίης.
  3. ὡς δὲ πολυρραίσταο νέφος πολέμοιο φυγοῦσα
  4. ὀλβίη ἀθανάτοισι φίλη πόλις, ἥν ῥά τε δηρὸν
  5. δυσμενέων πάγχαλκος ἐπεπλήμμυρε θύελλα,
  6. ὀψὲ δʼ ἀπολλήξασα καὶ ἀμπνεύσασα μόθοιο
  7. ἀσπασίως γάνυταί τε καὶ εἰρήνης καμάτοισι
  8. τέρπεται ἁρπαλέοισι καὶ εὔδιος εἰλαπινάζει,
  9. ἀνδρῶν τε πλήθουσα χοροιτυπίης τε γυναικῶν·
  10. ὣς οἱ λευγαλέους τε πόνους καὶ φρῖκα θαλάσσης
  11. ἀσπασίως προφυγόντες, ὑπεὶρ ἅλα καγχαλόωντες,
  12. θρώσκοντες θύνουσι χοροιτυπέουσιν ὁμοῖοι.
  13. εἴαρι δὲ γλυκὺς οἶστρος ἀναγκαίης Ἀφροδίτης
  14. καὶ γάμοι ἡβώωσι καὶ ἀλλήλων φιλότητες
  15. πᾶσιν, ὅσοι γαῖάν τε φερέσβιον οἵ τʼ ἀνὰ κόλπους
  16. ἠέρος οἵ τʼ ἀνὰ πόντον ἐριβρύχην δονέονται.
  17. εἴαρι δὲ πλεῖστον νεπόδων γένος Εἰλείθυιαι
  18. ὠοφόρων παύουσι βαρυνομένων ὠδίνων.
  19. αἱ μὲν γὰρ γενεῆς κεχρημέναι ἠδὲ τόκοιο
  20. θήλεες ἐν ψαμάθοισιν ἀποθλίβουσιν ἀραιὰς