Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. τοὔνεκα καὶ ξυνῇσιν ὁμηρεύουσι γενέθλαις
  2. ἀμφιβίων· καὶ τοὶ μὲν ἀναστείχουσʼ ἐπὶ γαῖαν
  3. ποντόθεν, ἄλλοι δʼ αὖτε κατʼ ἠέρος Ἀμφιτρίτῃ
  4. μίσγονται, κοῦφοί τε λάροι στονόεντά τε φῦλα
  5. ἁλκυόνων κρατεροί θʼ ἁλιαίετοι ἁρπακτῆρες
  6. ἄλλα θʼ ὅσʼ ἰχθυάᾳ διερῆς τʼ ἐπιβάλλεται ἄγρης.
  7. ἠέρα δʼ αὖ τέμνουσι καὶ εἰνάλιοί περ ἐόντες
  8. τευθίδες ἱρήκων τε γένος βυθίη τε χελιδών·
  9. οἱ δʼ ὅτε ταρβήσωσιν ὑπέρτερον ἐγγύθεν ἰχθύν,
  10. ἐξ ἁλὸς ἀνθρώσκουσι καὶ ἠέριοι ποτέονται.
  11. ἀλλʼ αἱ μὲν καὶ τῆλε καὶ ὑψόθι ταρσὸν ἱεῖσι
  12. τευθίδες· ἧτε κεν ὄρνιν ὀΐσσεαι οὐδὲ μὲν ἰχθὺν
  13. εἰσοράαν, ἀγεληδὸν ὅθʼ ὁρμήσωσι πέτεσθαι·
  14. αἱ δʼ ἄρα τῶν ὑπένερθε χελιδόνες οἶμον ἔχουσι·
  15. ἵρηκες δʼ αὐτῆς ἅλμης σχεδὸν ἠερέθονται,
  16. ἄκρον ἐπιψαύοντες ἁλὸς πόρον, ὅσσον ἰδέσθαι
  17. ἄμφω νηχομένοισι καὶ ἱπταμένοισιν ὁμοῖοι.
  18. αἵδε μὲν ὥστε πόληες ἐν ἰχθύσιν, οἵδε θʼ ὅμιλοι
  19. κεκριμένοι γεγάασιν ἁλιπλάγκτοιο γενέθλης.
  20. τῶν δʼ οἱ μὲν μὲν πλάζονται ἀολλέες, αἰόλα φῦλα,