Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. δέξηται στυγερῆς τʼ ἐνοπῆς κωκυτὸν ἀκούσῃ,
  2. οὐ τηλοῦ θανάτοιο τάχʼ ἔσσεται, ἀλλά οἱ ἄτην
  3. καὶ μόρον αἰνοτάτη κείνη μαντεύεται αὐδή.
  4. ναὶ μὴν καὶ φάλαιναν ἀναιδέα φασὶ θαλάσσης
  5. ἐκβαίνειν χέρσονδε καὶ ἠελίοιο θέρεσθαι.
  6. φῶκαι δʼ ἐννύχιαι μέν ἀεὶ λείπουσι θάλασσαν,
  7. πολλάκι δʼ ἠμάτιαι πέτραις ἐνὶ καὶ ψαμάθοισιν
  8. εὔκηλοι μίμνουσι καὶ ἔξαλον ὕπνον ἔχουσι.
  9. Ζεῦ πάτερ, ἐς δὲ σὲ πάντα καὶ ἐκ σέθεν ἐρρίζωνται·
  10. εἴτʼ οὖν αἰθέρος οἶκον ὑπέρτατον εἵτʼ ἄρα πάντῃ
  11. ναιετάεις· θνητῷ γὰρ ἀμήχανον ἐξονομῆναι.
  12. οἵῃ σὺν φιλότητι διακρίνας ἐκέδασσας
  13. αἰθέρα τʼ αἰγλήεντα καὶ ἠέρα καὶ χυτὸν ὕδωρ
  14. καὶ χθόνα παμμήτειραν, ἀπʼ ἀλλήλων μὲν ἕκαστα,
  15. πάντα δʼ ἐν ἀλλήλοισιν ὁμοφροσύνης ὑπὸ δεσμῷ
  16. ἀρρήκτῳ συνέδησας, ἀναγκαίῃ δʼ ἐπέρεισας
  17. ἀστεμφῆ πάγκοινον ὑπό ζυγόν· οὔτε γὰρ αἰθὴρ
  18. ἠέρος οὔτʼ ἀήρ ἄτερ ὕδατος, οὐδὲ μὲν ὕδωρ
  19. γαίης νόσφι τέτυκται, ἐν ἀλλήλοις δὲ φύονται,
  20. πάντα δʼ ὁδὸν μίαν εἶσι, μίαν δʼ ἀνελίσσετʼ ἀμοιβήν.