Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. λόχμαι τε σκιεραὶ καὶ δειράδες ἄντρα τε πέτρης
  2. αὐτορόφου· πολλοὶ δὲ τιταινόμενοι κατʼ ὄρεσφιν
  3. ἀργύρεοι ποταμοί, δίψης ἄκος ἠδὲ λοετρῶν
  4. ἀέναοι ταμίαι· παρὰ δὲ χλοάουσι ῥέεθροις
  5. ποῖαί τε χθαμαλαί, μαλακὴ κλίσις ὕπνον ἑλέσθαι
  6. εὔδιον ἐκ καμάτοιο, καὶ ὥρια δόρπα πάσασθαι
  7. ὕλης ἀγρονόμοιο, τά τʼ οὔρεσι πολλὰ φύονται.
  8. τερπωλὴ δʼ ἕπεται θήρῃ πλέον ἠέ περ ἱδρώς.
  9. ὅσσοι δʼ οἰωνοῖσιν ἐφοπλίζονται ὄλεθρον,
  10. ῥηϊδίη καὶ τοῖσι πέλει καὶ ὑπόψιος ἄγρη·
  11. τοὺς μὲν γὰρ κνώσσοντας ἐληΐσσαντο καλιῆς
  12. κρύβδην· τοὺς δὲ δόναξιν ὑπέσπασαν ἰξοφόροισιν·
  13. οἱ δὲ τανυπλέκτοισιν ἐν ἕρκεσιν ἤριπον αὐτοὶ
  14. εὐνῆς χρηΐζοντες, ἀτερπέα δʼ αὖλιν ἔκυρσαν.
  15. τλησιπόνοις δʼ ἁλιεῦσιν ἀτέκμαρτοι μὲν ἄεθλοι,
  16. ἐλπὶς δʼ οὐ σταθερὴ σαίνει φρένας ἠΰτʼ ὄνειρος·
  17. οὐ γὰρ ἀκινήτου γαίης ὕπερ ἀθλεύουσιν,
  18. ἀλλʼ αἰεὶ κρυερῷ τε καὶ ἄσχετα μαργαίνοντι
  19. ὕδατι συμφορέονται, ὃ καὶ γαίηθεν ἰδέσθαι
  20. δεῖμα φέρει καὶ μοῦνον ἐν ὄμμασι πειρήσασθαι·