Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ῥῖναι ἀλωπεκίαι καὶ ποικίλοι· εἴκελα δʼ ἔργα
  2. πᾶσιν ὁμοῦ φορβή τε σύν ἀλλήλοις τε νέμονται.
  3. δελφῖνες δʼ ἀκταῖς τε πολυρραθάγοισι γάνυνται
  4. καὶ πελάγη ναίουσι, καὶ οὔποθι νόσφι θάλασσα
  5. δελφίνων· περὶ γάρ σφε Ποσειδάων ἀγαπάζει·
  6. οὕνεκά οἱ κούρην κυανώπιδα Νηρηΐνην
  7. μαιομένῳ φεύγουσαν ἑὸν λέχος Ἀμφιτρίτην
  8. φρασσάμενοι δελφῖνες ἐν Ὠκεανοῖο δόμοισι
  9. κευθομένην ἤγγειλαν· ὁ δʼ αὐτίκα κυανοχαίτης
  10. παρθένον ἐξήρπαξεν ἀναινομένην τε δάμασσε.
  11. καὶ τὴν μὲν παράκοιτιν, ἁλὸς βασίλειαν, ἔθηκε,
  12. ἀγγελίης δʼ ᾔνησεν ἐνηέας οὓς θεράποντας,
  13. κλήρῳ δʼ ἐν σφετέρῳ περιώσιον ὤπασε τιμήν.
  14. ἔστι δʼ ἀμειλίκτοις ἐνὶ κήτεσιν ἅσσα καὶ ἅλμης
  15. ἐκτὸς ἐπὶ τραφερῆς φυσίζοον ἔρχεται οὖδας·
  16. δηρὸν δʼ ἠϊόνεσσι καὶ ἀγχιάλοισιν ἀρούραις
  17. μίσγοντʼ ἐγχέλυές τε καὶ ἀσπισδόεσσα χελώνη
  18. καστορίδες τʼ ὀλοαὶ δυσπενθέες, αἵ τʼ ἀλεγεινὴν
  19. ὄσσαν ἐπὶ κροκάλῃσιν ἀπαίσιον ὠρύονται
  20. ἀνδράσιν· ὃς δέ κε γῆρυν ἐν οὔασιν ἀλγινόεσσαν