Halieutica

Oppian

Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἐκ γενετῆς, γυμναὶ δὲ καὶ ἀσκεπέες καὶ ἀφαυραὶ
  2. τίκτονται, κτητοὺς δὲ δόμους ἐπιμηχανόωνται,
  3. ἀβληχροῖς μελέεσσι νόθον σκέπας ἀμφιβαλοῦσαι·
  4. εὖτε γὰρ ἀθρήσωσι λελειμμένον ὀρφανὸν αὔτως
  5. ὄστρακον, οἰκητῆρος ἀνέστιον οἰχομένοιο,
  6. αἵδʼ εἴσω καταδῦσαι ὑπʼ ἀλλοτρίοισιν ἐλύτροις
  7. ἑζόμεναι ναίουσι καὶ ὃν κτήσαντο μέλαθρον·
  8. τῷ δὲ συνερπύζουσι καὶ ἔνδοθεν ἕρκος ἄγουσιν,
  9. εἴτε τι νηρίτης ἔλιπε σκέπας εἴτε τι κῆρυξ
  10. ἢ στρόμβος· στρόμβων δὲ δύσεις φιλέουσι μάλιστα,
  11. οὕνεκεν εὐρεῖαί τε μένειν κοῦφαί τε φέρεσθαι.
  12. ἀλλʼ ὅτʼ ἀεξομένη πλήσῃ μυχὸν ἔνδον ἐοῦσα
  13. καρκινάς, οὐκέτι κεῖνον ἔχει δόμον, ἀλλὰ λιποῦσα
  14. δίζεται εὐρύτερον κόχλου κύτος ἀμφιβαλέσθαι.
  15. πολλάκι δὲ γλαφυρῆς κύμβης πέρι καρκινάδεσσιν
  16. ἀλκὴ καὶ μέγα νεῖκος ἐγείρεται, ἐκ δʼ ἐλάσασα
  17. κρείττων χειροτέρην δόμον ἄρμενον ἀμφέθετʼ αὐτή.
  18. ἔστι δέ τις γλαφυρῷ κεκαλυμμένος ὀστράκῳ ἰχθύς,
  19. μορφὴν πουλυπόδεσσιν ἀλίγκιος, ὃν καλέουσι
  20. ναυτίλον, οἰκείῃσιν ἐπικλέα ναυτιλίῃσι·